Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1.1
Οὐδὲ οὕτω δὲ ἠρέμουν, ἀλλ' ὥσπερ ὁ πατὴρ τῆς αἱρέσεως αὐτῶν «περιέρχεται ὡς λέων ζητῶν τίνα καταπίῃ», οὕτως οὗτοι δημοσίου δρόμου τὴν ἐξουσίαν λαβόντες καὶ περιερχόμενοι, ὃν ἂν ηὕρισκον ὀνειδίζοντα τούτοις τὴν φυγὴν καὶ μισοῦντα τὴν ἀρειανὴν αἵρεσιν, τούτους ἐμάστιζον, ἐδέσμενον, ἐποίουν ἐξορίζεσθαι τῆς ἰδίας πατρίδος, φοβερούς τε ἑαυτοὺς οὕτως ἐποίουν, ὡς πολλοὺς μὲν ὑποκριτὰς ποιῆσαι, πολλοὺς δὲ 20. 2 εἰς ἐρημίας φεύγειν ἢ τούτοις βούλεσθαι κἂν ὅλως συντυγχάνειν. τοιαῦτα ἦν αὐτῶν μετὰ τὴν φυγὴν τῆς μανίας τὰ τολμήματα. καὶ γὰρ καὶ δρῶσιν ἄλλο τι καινόν, ὅπερ τῆς μὲν αἱρέσεως αὐτῶν ἐστι κατάλληλον, οὔπω δὲ πρότερον ἠκούσθη, ἀλλ' οὐδὲ τάχα γενήσεταί ποτε οὐδὲ παρὰ τοῖς ἀσελγεστέροις τῶν Ἑλλήνων, μήτιγε Χριστιανοῖς. τῆς γὰρ ἁγίας συνόδου πρεσβευτὰς ἀποστειλάσης ἐπισκόπους, Βικέντιον μὲν τὸν ἀπὸ Καπύης (ἔστι δὲ αὕτη μητρόπολις τῆς Καμπανίας), Εὐφράτην δὲ τὸν ἀπὸ Ἀγριππίνης (ἔστι δὲ καὶ αὕτη μητρόπολις τῆς ἄνω Γαλλίας), ἵνα, ὡς ἡ σύνοδος ἔκρινε, συγχωρήσῃ βασιλεὺς εἰς τὰς ἐκκλησίας τοὺς ἐπισκόπους ἐπανελθεῖν, ἐπειδὴ καὶ αὐτὸς ἐξέβαλε, γρά ψαντός τε καὶ τοῦ εὐσεβεστάτου Κώνσταντος τῷ ἀδελφῷ ἑαυτοῦ καὶ συστήσαντος τοὺς 20. 3 ἐπισκόπους. οἱ θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως ἔχων περὶ τὰ τοιαῦτα. μισθοῦνται τοίνυν πόρνην δημοσίαν ἐν αὐταῖς ταῖς ἡμέραις τοῦ ἁγιωτάτου πάσχα καὶ γυμνώσαντες ταύτην ἐπαφιᾶσι νυκτὸς Εὐφράτῃ τῷ 20. 4 ἐπισκόπῳ. καὶ ἡ μὲν πόρνη τὸ πρῶτον νομίσασα νεώτερον εἶναι τὸν καλέσαντα προθύμως ἠκολούθει, ὡς δὲ ῥιφεῖσα παρ' ἐκείνων εἶδε κοιμώμενον τὸν ἄνθρωπον καὶ μὴ εἰδότα τὸ γιγνόμενον, εἶτα ὡς κατενόησε καὶ εἶδε πρεσβύτου πρόσωπον καὶ ἐπισκόπου κατάστασιν, εὐθὺς ἀναβοήσασα τὴν βίαν ἐβόα. ἐκεῖνοί τε ἠξίουν σιωπᾶν καὶ κατα 20. 5 ψεύδεσθαι τοῦ ἐπισκόπου. ἡμέρας τοίνυν γενομένης διατεθρύλητο τὸ πρᾶγμα καὶ πᾶσα ἡ πόλις συνέτρεχεν, οἵ τε ἀπὸ τοῦ παλατίου ἐκινοῦντο θαυμάζοντες τὸ θρυλού μενον καὶ ἀξιοῦντες μὴ σιωπηθῆναι τοῦτο. γέγονε τοίνυν κρίσις, καὶ ὁ μὲν ἑταιροτρόφος ἤλεγξε τοὺς ἐλθόντας ἐπὶ τὴν πόρνην, ἐκεῖνοι δὲ τὸν Στέφανον· ἦσαν γὰρ αὐτοῦ κληρικοί. ὁ μὲν οὖν Στέφανος καθαιρεῖται, καὶ γίγνεται ἀντ' αὐτοῦ Λεόντιος ὁ ἀπόκοπος, ἵνα μόνον μὴ λείπῃ τῇ ἀρειανῇ αἱρέσει προστάτης.