Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1.1
Ὁ δὲ βασιλεὺς Κωνστάντιος ὀλίγον τι κατανυγεὶς εἰς ἑαυτὸν ἦλθε λογισάμενός τε ἐξ ὧν ἔδρασαν τῷ Εὐφράτῃ ὅτι καὶ τὰ κατὰ τῶν ἄλλων ἐπιχειρήματα τοιαῦτά ἐστι, τοὺς μὲν ἐξορισθέντας ἀπὸ τῆς Ἀλεξανδρείας εἰς τὴν Ἀρμενίαν πρεσβυτέρους καὶ διακόνους εὐθὺς ἀπολυθῆναι κελεύει, γράφει δὲ εἰς Ἀλεξάνδρειαν φανερῶς μηκέτι διώκεσθαι 21. 2 τοὺς μετὰ Ἀθανασίου κληρικούς τε καὶ λαικούς. εἶτα μετὰ μῆνάς που δέκα τελευτή σαντος Γρηγορίου μεταπέμπεται καὶ Ἀθανάσιον μετὰ πάσης τιμῆς, οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ τρίτον γράψας αὐτῷ μὲν φιλικά, δι' ὧν θαρρεῖν καὶ ἐλθεῖν προέτρεπε. πέμπει τε πρεσβύτερον καὶ διάκονον, ἵν' ἔτι μᾶλλον θαρρῶν ἐπανέλθοι. ἐνόμιζε γὰρ 21. 3 διὰ τὸν φόβον τῶν πρότερον γενομένων ὀλιγωρεῖν με περὶ τὴν ἐπάνοδον. γράφει δὲ καὶ τῷ ἀδελφῷ ἑαυτοῦ Κώνσταντι, ἵνα καὶ αὐτὸς ἐπανελθεῖν με προτρέψηται. διε βεβαιοῦτο γὰρ ἐνιαυτὸν ὅλον ἐκδέχεσθαι τὸν Ἀθανάσιον καὶ οὐκ ἄν ποτε ἐπιτρέψαι μὴ γενέσθαι τινὰ καινοτομίαν ἢ καὶ κατάστασιν φυλάττων Ἀθανασίῳ τῷ ἐπισκόπῳ τὰς ἐκκλησίας.