Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1.1
Οὕτω δὴ οὖν γράψαντος αὐτοῦ καὶ προτρεψαμένου διὰ πολλῶν (καὶ γὰρ καὶ τοὺς κόμητας αὐτοῦ πεποίηκε γράψαι, Πολέμιον, Δατιανόν, Βαρδίωνα, Θάλασσον, Ταῦρον καὶ Φλωρέντιον, οἷς καὶ μᾶλλον πιστεύειν ἦν), τὸ δὲ ὅλον δεδωκὼς τῷ θεῷ τῷ καὶ εἰς τοῦτο κατανύξαντι τὸν Κωνστάντιον ἦλθεν Ἀθανάσιος μετὰ τῶν σὺν αὐτῷ πρὸς αὐτόν, γνησίως τε αὐτὸν ἑώρακε καὶ ἀπέλυσεν εἰσελθεῖν εἰς τὴν πατρίδα καὶ τὰς ἐκκλησίας γράψας καὶ τοῖς κατὰ τόπον δικασταῖς, ἐπειδὴ πρότερον προστάξας ἦν φυ
22.2.1
λάττεσθαι τὰς διόδους, ἵνα ἀκώλυτον ἔχωσι τὴν πάροδον. εἶτα τοῦ ἐπισκόπου ἀποδυρομένου περὶ ὧν πέπονθε καὶ περὶ τῶν κατ' αὐτοῦ γραφέντων παρ' αὐτοῦ παρα τιθεμένου τε, μὴ πάλιν μετὰ τὴν ἀποδημίαν διαβολαὶ γένωνται παρὰ τῶν ἐχθρῶν, καὶ λέγοντος· «κάλει τούτους, εἰ βούλει, (ἔξεστι γὰρ ἑστάναι τούτους δι' ἡμᾶς) καὶ διε λέγχομεν αὐτούς», τοῦτο μὲν οὐ πεποίηκε, πάντα δέ, ὅσα πρότερον ἐκ διαβολῆς ἦν γραφέντα κατ' αὐτοῦ, ἀναιρεθῆναι ταῦτα καὶ ἀπαλειφῆναι κελεύει διαβεβαιωσάμενος· «μηκέτι τοῦ λοιποῦ διαβολῶν ἀνέχεσθαι, ἀλλ' εἶναι βεβαίαν καὶ ἀμετάβλητον τὴν προαί 22. 3 ρεσιν». καὶ τοῦτο οὐχ ἁπλῶς ἔλεγεν, ἀλλ' ὅρκοις ἐπεσφράγιζε τοὺς λόγους τὸν θεὸν ἐπὶ τούτοις καλῶν μάρτυρα. πολλοῖς γοῦν καὶ ἑτέροις λόγοις προτρεψάμενος αὐτὸν καὶ θαρρεῖν παρακελευσάμενος γράφει πρὸς τοὺς ἐπισκόπους καὶ τοὺς δικαστὰς ταῦτα· 23. 1 Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς ἐπισκόποις καὶ κληρικοῖς τῆς καθολικῆς ἐκκλησίας. Οὐκ ἀπελείφθη τῆς τοῦ θεοῦ χάριτος ὁ αἰδεσιμώτατος... (Ἐγράφη ὀπίσω εἰς τὸν ξεʹ λόγον καὶ ἔστιν ἐξ ὁλοκλήρου ὁμοία ταύτης.) 23. 3 Ἑτέρα ἐπιστολή Κωνσταντίου πρὸς τὸν τῆς Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν κατελείφθησαν νῦν ἄγραφοι.) Ἑτέρα ἐπιστολή Νικητὴς Κωνστάντιος Αὔγουστος Νεστορίῳ ἐπάρχῳ Αἰγύπτου. Φανερόν ἐστι πρὸ τούτου πρόσταξιν ἡμετέραν γεγενῆσθαι, ὥστε κατὰ τῆς ὑπο λήψεως Ἀθανασίου τοῦ αἰδεσιμωτάτου ἐπισκόπου γράμματά τινα εὑρίσκεσθαι, ταῦτά τε συνέστηκεν ἐν τῇ τάξει τῆς σῆς καθοσιώσεως εἶναι. βουλόμεθα τοιγαροῦν, ἵνα ἡ δεδοκιμασμένη ἡμῖν νηφαλιότης σου πάσας τὰς ἐπιστολὰς ὅσας ἂν περὶ τοῦ ὀνόματος τοῦ προειρημένου γενομένας ἐν τῇ ὑπὸ σὲ τάξει ἀκολούθως τῇ ἡμετέρᾳ ταύτῃ κελεύσει εἰς τὸ ἡμέτερον κομητάτον ἀποστείλῃ.

Intertext edge

Open linked passage

Note