Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1.1
Ἃ δὲ καὶ μετὰ θάνατον τοῦ μακαρίου Κώνσταντος ἔγραψεν, ἔστι ταῦτα, Ῥωμαιστὶ μὲν γραφέντα, ἑρμηνευθέντα δὲ Ἑλληνιστί· 24. 2ν Νικητὴς Κωνστάντιος Αὔγουστος Ἀθανασίῳ. Εὐχὴν ἀεί μοι ταύτην γεγενῆσθαι, ὥστε πάντα καταθυμίως ἀποβαίνειν τῷ ποτέ μου ἀδελφῷ Κώνσταντι, οὐδὲ τὴν σὴν σύνεσιν ἔλαθεν· ἐν ὅσῃ τε λύπῃ διετέθην μαθὼν τοῦτον ἀνῃρῆσθαι παρά τινων ἀνοσιωτάτων, στοχάζεσθαι πάλιν δύναται ἡ σὴ φρόνησις.
24.3.1
ἐπεὶ οὖν τινές εἰσιν οἱ ἐν τῷ παρόντι καιρῷ, τῷ οὕτω πενθικῷ, πειρώμενοί σε ἐκφοβεῖν, διὰ τοῦτο ταῦτα πρὸς τὴν σὴν στερρότητα δοθῆναι τὰ γράμματα ἐδικαίωσα προτρε πόμενός σε, ἵνα, ὡς πρέπει ἐπίσκοπον, τοὺς λαοὺς τὰ ὀφειλόμενα τῇ θείᾳ θρησκείᾳ διδάσκῃς καὶ μετ' αὐτῶν συνήθως εὐχαῖς σχολάζῃς καὶ μὴ ματαίοις θρύλοις, εἴτινες ἂν 24. 4 γένοιντο, πιστεύσῃς. ἡμῖν γὰρ τοῦτο ἐν τῇ ψυχῇ πέπηγεν, ὥστε σε ἀκολούθως τῇ ἡμετέρᾳ προαιρέσει διαπαντὸς ἐν τῷ τόπῳ σου θέλειν ἐπίσκοπον εἶναι. ἡ θεία πρό νοια πολλοῖς ἔτεσί σε διατηροίη, γονεῦ προσφιλέστατε.