Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1.1
Τούτων οὕτω πραχθέντων οὕτω τε συνταξαμένων καὶ τῆς ὁδοῦ λοιπὸν ἐπιβάντων οἱ μὲν φίλοι φίλον ὁρῶντες ἔχαιρον, τῶν δὲ ἄλλων οἱ μὲν ἐδυσωποῦντο βλέποντες αὐτόν, οἱ δὲ καὶ παρρησίαν οὐκ ἔχοντες ἐκρύπτοντο, οἱ δὲ καὶ μετεγίνωσκον ἐφ' οἷς ἔγραψαν 25. 2 κατὰ τοῦ ἐπισκόπου. πάντες γοῦν οἱ ἀπὸ Παλαιστίνης ἐπίσκοποι χωρὶς δύο που ἢ τριῶν καὶ αὐτῶν ὑπόπτων τυγχανόντων οὕτω τὸν Ἀθανάσιον ὑπεδέξαντο καὶ τὴν πρὸς αὐτὸν ἠσπάσαντο κοινωνίαν, ὡς καὶ γράψαι καὶ ἀπολογήσασθαι, ὅτι, ἃ 25. 3 πρότερον ἔγραψαν, οὐ κατὰ προαίρεσιν, ἀλλὰ βιαζόμενοι πεποιήκασι. περὶ γὰρ τῶν ἐν Αἰγύπτῳ καὶ ταῖς Λιβύαις ἐπισκόπων καὶ τῶν ἐν αὐταῖς καὶ τῶν ἐν Ἀλεξανδρείᾳ λαῶν περιττόν ἐστι καὶ λέγειν, πάντων συντρεχόντων καὶ ἀνεκλάλητον ἐχόντων τὴν χαράν, οὐχ ὅτι μόνον τοὺς ἰδίους παρ' ἐλπίδα ζῶντας ἀπελάμβανον, ἀλλ' ὅτι καὶ τῶν αἱρετικῶν ὡς τυράννων καὶ λυττώντων κυνῶν ἀπηλλάττοντο. μεγάλη γοῦν ἦν εὐφρο 25. 4 σύνη τῶν λαῶν ἐν ταῖς συνάξεσι παροξυνόντων ἀλλήλους εἰς ἀρετήν. πόσαι τῶν ἀγάμων πρότερον οὖσαι πρὸς γάμον ἕτοιμοι ἔμειναν παρθένοι τῷ Χριστῷ· πόσοι νεώ τεροι βλέποντες ἑτέρους τὸν μονήρη βίον ἠγάπησαν· πόσοι πατέρες προέτρεπον τέκνα· πόσοι δὲ καὶ παρὰ τέκνων ἠξιώθησαν, μὴ ἐμποδίζεσθαι τῆς ἐν Χριστῷ ἀσκήσεως· πόσαι γυναῖκες ἔπεισαν ἄνδρας, πόσαι δὲ καὶ παρὰ ἀνδρῶν ἐπείσθησαν «σχολάζειν τῇ προσευχῇ», ὡς εἶπεν ὁ ἀπόστολος· πόσαι χῆραι, πόσοι δὲ καὶ ὀρφανοὶ τὸ πρότερον πεινῶντες καὶ γυμνοὶ τυγχάνοντες ἐκ πολλῆς τῆς τῶν λαῶν προθυμίας οὔτε λοιπὸν ἐπείνων, 25. 5 ἀλλὰ καὶ ἐνδεδυμένοι προήρχοντο. καὶ ὅλως τοσαύτη ἦν ἅμιλλα περὶ ἀρετήν, ὡς ἑκάστην οἰκίαν καὶ οἶκον ἑκάστου νομίζειν ἐκκλησίαν εἶναι διὰ τὴν τῶν ἐνοικούντων φιλοκαλίαν τε καὶ τὴν πρὸς τὸν θεὸν εὐχήν. εἰρήνη τε ἦν ἐν ταῖς ἐκκλησίαις βαθεῖα καὶ θαυμαστὴ γραφόντων τῶν πανταχόθεν ἐπισκόπων καὶ δεχομένων παρὰ Ἀθανασίου τὰ συνήθη τῆς εἰρήνης γράμματα.