Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
26.1.1
Καὶ γὰρ καὶ Οὐρσάκιος καὶ Οὐάλης ὥσπερ ὑπὸ τοῦ συνειδότος μαστιζόμενοι μετ έγνωσαν καὶ γράφουσι μὲν αὐτῷ τῷ ἐπισκόπῳ φιλικὴν καὶ εἰρηνικὴν ἐπιστολήν, καίτοι μὴ λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶναι πάντα
26.2.1
ψευδῆ καὶ μόνον συκοφαντίαν. οὐχ ἁπλῶς δὲ τοῦτο οὐδ' αὐτοὶ πεποιήκασιν, ἀλλὰ γὰρ καὶ ἀναθεματίσαντες τὴν ἀρειανὴν αἵρεσιν ἔγγραφον τὴν μετάνοιαν αὐτῶν δεδώκασι γράψαντες Ἰουλίῳ τῷ ἐπισκόπῳ, Ῥωμαιστὶ μέν, μεταβληθέντα δὲ Ἑλληνιστί, ταῦτα· τὸ γὰρ ἀντίγραφον ἀπεστάλη ἡμῖν παρὰ Παύλου ἐπισκόπου Τριβέρων Ῥωμαιστί.
26.3.1
Ἑρμηνεία ἀπὸ Ῥωμαικοῦ Κυρίῳ μου μακαριωτάτῳ πάπᾳ Ἰουλίῳ Οὐρσάκιος καὶ Οὐάλης. Ἐπειδὴ συνέστηκεν ἡμᾶς πρὸ τούτου πολλά τε καὶ δεινά... (Ἐγράφη ὀπίσω εἰς τὸν ξηʹ λόγον καὶ ἔστι κατὰ πάντα ὁμοία καὶ ἴση.) 26. 4 Ἑρμηνεία ἀπὸ Ῥωμαικοῦ Κυρίῳ μου ἀδελφῷ Ἀθανασίῳ ἐπισκόπῳ Οὐρσάκιος καὶ Οὐάλης ἐπίσκοποι. Ἀφορμὴ ἡμῖν ἐδόθη διὰ τοῦ ἀδελφοῦ καὶ συμπρεσβυτέρου... (Ἐγράφη ὀπίσω εἰς τὸν αὐτὸν ξηʹ λόγον καὶ ἔστιν ὁμοία καὶ ἴση ἐξ ὁλοκλήρου.) 26. 5 Ταῦτα γράψαντες ὑπέγραψαν καὶ τοῖς εἰρηνικοῖς παρερχομένων πρεσβυτέρων Ἀθανασίου Πέτρου τε καὶ Εἰρηναίου καὶ Ἀμμωνίου λαικοῦ, καίτοι μηδὲ δι' αὐτῶν γράψαντος αὐτοῖς.

Intertext edge

Open linked passage

Note