Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1.1
Τίς τοίνυν οὐκ ἐθαύμαζε βλέπων ταῦτα καὶ τὴν τοσαύτην τῶν ἐκκλησιῶν εἰρήνην; τίς οὐκ ἔχαιρεν ὁρῶν τῶν τοσούτων ἐπισκόπων τὴν ὁμόνοιαν; τίς οὐκ ἐδόξαζε τὸν κύριον θεωρῶν τῶν λαῶν τὴν ἐν ταῖς συνάξεσιν εὐφροσύνην; πόσοι τῶν ἐχθρῶν μετ ενόουν· πόσοι τῶν πρότερον διαβαλλόντων ἀπελογοῦντο· πόσοι πρότερον μισοῦντες αὐτὸν ὕστερον ἠγάπησαν· πόσοι τῶν γραψάντων κατ' αὐτοῦ παλινῳδίαν ᾖσαν.
27.2.1
πολλοὶ καὶ τῶν μὴ προαιρέσει, ἀλλ' ἀνάγκῃ μετὰ τῶν Ἀρειανῶν ὄντες ἐρχόμενοι νυκτὸς ἀπελογοῦντο, καὶ τὴν μὲν αἵρεσιν ἀνεθεμάτιζον, ἠξίουν δὲ συγγνώμην ἔχειν, ὅτι διὰ τὰς συσκευὰς καὶ τὰς διαβολὰς τὰς παρ' αὐτῶν γιγνομένας τοῖς μὲν σώμασιν ἐκεῖ φαίνονται, τῇ δὲ καρδίᾳ μετὰ Ἀθανασίου συνάγονται καὶ ἀεὶ μετ' αὐτοῦ τυγχάνουσι· ναὶ πιστεύσατε.