Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1.1
Ἀλλὰ ταῦτα ἀκούοντες καὶ βλέποντες οἱ κληρονόμοι τῆς γνώμης καὶ τῆς ἀσεβείας τῶν περὶ Εὐσέβιον, Λεόντιος ὁ ἀπόκοπος, ὃν οὐδὲ ὡς λαικὸν κοινωνεῖν ἐχρῆν, διότι ἑαυτὸν ἀπέκοψεν ὑπὲρ τοῦ μετ' ἐξουσίας λοιπὸν κοιμᾶσθαι μετὰ Εὐστολίου τινός, γυναικὸς μὲν δι' αὐτόν, λεγομένης δὲ παρθένου, Γεώργιός τε καὶ Ἀκάκιος καὶ Θεόδωρος καὶ Νάρ 28. 2 κισσος, οἵτινες καὶ ἐν τῇ συνόδῳ καθῃρέθησαν, μεγάλως ᾐσχύνοντο. εἶτα βλέποντες τὴν πρὸς Ἀθανάσιον τῶν ἐπισκόπων συμφωνίαν τε καὶ εἰρήνην, πλείους δὲ ἦσαν υʹ, ἀπό τε τῆς μεγάλης Ῥώμης καὶ τῆς Ἰταλίας πάσης Καλαβρίας τε καὶ Ἀπουλίας καὶ Καμπανίας Βριττίας τε καὶ Σικελίας Σερδινίας τε καὶ Κορσικῆς καὶ πάσης τῆς Ἀφρικῆς τούς τε ἀπὸ Γαλλίων καὶ Βριττανίας καὶ Σπανίων μετὰ τοῦ μεγάλου καὶ ὁμολογητοῦ Ὁσίου, ἔπειτα τοὺς ἀπὸ τῶν Παννονίων καὶ Νωρικοῦ καὶ Σισκίας Δαλματίας τε καὶ Δαρδανίας Δακίας τε καὶ Μυσίας Μακεδονίας Θεσσαλίας καὶ πάσης τῆς Ἀχαίας καὶ Κρήτης Κύπρου τε καὶ Λυκίας καὶ πλείστους τῆς Παλαιστίνης τε καὶ Ἰσαυρίας Αἰγύπτου 28. 3 καὶ Θηβαίδος καὶ πάσης Λιβύης καὶ Πενταπόλεως· ταῦτα βλέποντες ἐκεῖνοι φθόνῳ καὶ φόβῳ συνεσχέθησαν, φθόνῳ μὲν διὰ τὴν τοσούτων κοινωνίαν, φόβῳ δὲ μὴ οἱ παρ' αὐτῶν ἀπατηθέντες προστεθῶσι τῇ τῶν τοσούτων ὁμοψυχίᾳ καὶ λοιπὸν ἡ αἵρεσις αὐτῶν παραδειγματισθεῖσα θριαμβευθῇ καὶ στηλιτευθῇ πανταχοῦ.