Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
29.1.1
Πρῶτον μὲν τοὺς περὶ Οὐρσάκιον καὶ Οὐάλεντα ὡς τοὺς κύνας μεταπείθουσι μετα βαλέσθαι καὶ εἰς τὸν ἴδιον ἐμετὸν ἐπιστρέψαι καὶ ὡς τοὺς χοίρους εἰς τὸν πρότερον βόρ βορον τῆς ἀσεβείας πάλιν κυλισθῆναι πρόφασίν τε τῆς μετανοίας πλάσασθαι, ὡς διὰ φόβον τοῦ θεοσεβεστάτου Κώνσταντος εἶεν τοῦτο πεποιηκότες, καίτοι, εἰ καὶ φόβος 29. 2 ἦν, ἀλλ' οὐκ ἐχρῆν, εἴπερ ἐθάρρουν οἷς ἔπραξαν, προδότας τούτων γίγνεσθαι. ὅτε δὲ οὐδὲ φόβος, ἀλλ' ἐψεύδοντο, πῶς οὐκ ἄξιοι πάσης καταγνώσεώς εἰσιν; οὔτε γὰρ στρατιώτου παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτοὶ θέλοντες ἀνῆλθον εἰς τὴν Ῥώμην καὶ ἐν τῇ ἐκκλησίᾳ, ἔνθα φόβος μὲν ἔξωθεν οὐκ ἦν, μόνος δὲ ὁ τοῦ θεοῦ φόβος ἐστὶ καὶ ἐλευθέραν ἕκαστος ἔχει τὴν προαίρεσιν δι' ἑαυτῶν μετενόησαν καὶ ἔγραψαν. καὶ ὅμως Ἀρειανοὶ δεύτερον γενόμενοι τοιαύτην πάλιν ἀπρεπῆ πρόφασιν ἐπινοήσαντες οὐκ ἐρυθριῶσιν.

Intertext edge

Open linked passage

Note