Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
Ἔξεστι δὲ καὶ ἐκ τούτου πάλιν αὐτὴν καταμαθεῖν καὶ μᾶλλον αὐτῆς καταγνῶναι. ὁ μὲν γὰρ φίλος καὶ συνασεβῶν ἐκείνοις, κἂν ἐν ἄλλοις πλημμελήμασι καὶ μυρίοις ἐγκλήμασιν ὑπεύθυνος τυγχάνῃ, κἂν ἔχῃ τοὺς ἐλέγχους καὶ τὰς ἀποδείξεις λευκοτάτας, οὗτος δόκιμος παρ' αὐτοῖς καὶ βασιλέως εὐθὺς γίνεται φίλος ἔχων τὴν σύστασιν ἐκ τῆς ἀσεβείας, χρηματισθείς τε πλεῖστα λαμβάνει καὶ παρρησίαν ποιεῖν, ἃ βούλεται, παρὰ τοῖς δικασταῖς.
2.2.1
ὁ δὲ τὴν ἀσέβειαν ἐκείνων ἐλέγχων καὶ τὰ Χριστοῦ γνησίως πρεσβεύων, οὗτος, κἂν καθαρὸς ἐν πᾶσιν ὑπάρχῃ, κἂν μηδὲν ἑαυτῷ συγγινώσκῃ, κἂν μὴ κατήγορον ἔχῃ, ἀλλ' ἐκείνων προφάσεις πλασαμένων εὐθὺς ἁρπάζεται καὶ κρίσει βασιλέως αὐτὸς μὲν ὑπερόριος γίνεται 2. 3 ὡς ὑπεύθυνος, οἷς ἂν ἐκεῖνοι θελήσωσιν, ἢ ὡς βασιλέα ὑβρίσας ὡς ὁ Ναβουθέ. ὁ δὲ πρεσ βεύων τὰ τῆς αἱρέσεως ἐκείνων ζητεῖται καὶ εὐθὺς ἀποστέλλεται εἰς τὴν ἐκκλησίαν ἐκείνου 2. 4 καὶ λοιπὸν δημεύσεις καὶ ὕβρεις καὶ πάντα τὰ δεινὰ κατὰ τῶν μὴ δεχομένων ἐκεῖνον. καὶ τὸ παραδοξότατον, ὃν μὲν οἱ λαοὶ βούλονται καὶ γινώσκουσιν ἀνεπίληπτον, τοῦτον ἀφαιρεῖται καὶ ἐξορίζει βασιλεύς, ὃν δὲ μήτε βούλονται μήτε γινώσκουσι, τοῦτον μακρόθεν μετὰ στρατιωτῶν ἀποστέλλει καὶ γραμμάτων ἑαυτοῦ. καὶ λοιπὸν ἀνάγκη πολλὴ μισεῖν μὲν ὃν ἀγαπῶσι τὸν κατηχήσαντα καὶ πατέρα γενόμενον ἐν θεοσεβείᾳ, ἀγαπᾶν δὲ ὃν οὐ βούλονται καὶ πιστεύειν ἑαυτῶν τὰ τέκνα, οὗ τὸν βίον καὶ τὴν ἀναστροφὴν καὶ τίς ἐστιν οὐ γινώσκουσιν, ἢ δηλονότι τιμωρίαν ὑπομένειν, ἢν μὴ πείθωνται βασιλεῖ.

Intertext edge

Open linked passage

Note