Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1.1
Ἔπειτα κοινῇ προσελθόντες παρεκάλουν τὸν βασιλέα Κωνστάντιον λέγοντες «καὶ τὸ πρῶτον ἀξιοῦντες οὐκ ἐπιστεύθημεν· ἐλέγομεν γάρ, ὅτε μετεπέμπου τὸν Ἀθα νάσιον, ὅτι τοῦτον προσκαλούμενος τὴν ἡμετέραν αἵρεσιν ἐκβάλλεις. οὗτος γὰρ ἐξ ἀρχῆς 30. 2 κατ' αὐτῆς γέγονε καὶ οὐ παύεται ταύτην οὗτος ἀναθεματίζων. αὐτὸς μὲν οὖν ἤδη πεπλήρωκε τὰ πανταχοῦ γράφων καθ' ἡμῶν, καὶ οἱ μὲν πλεῖστοι τὴν μετ' αὐτοῦ κοι νωνίαν ἔχουσι, τῶν δὲ καὶ δοξάντων μεθ' ἡμῶν εἶναι οἱ μὲν προσετέθησαν αὐτῷ, οἱ δὲ μέλλουσιν· ἡμεῖς δὲ ἐμείναμεν μόνοι. καὶ φόβος μὴ καὶ ἡ αἵρεσις γνωσθῇ καὶ λοιπὸν ἡμεῖς καὶ σὺ χρηματίσωμεν αἱρετικοί. κἂν τοῦτο γένηται, σκόπει μὴ μετὰ Μανιχαίων λογισθῶμεν. ἄρξαι πάλιν οὖν διώκειν καὶ πρόστα τῆς αἱρέσεως· καὶ γὰρ καὶ αὕτη σὲ 30. 3 βασιλέα ἔχει.» τοιαῦτα μὲν οὖν ἦν τούτων τὰ τῆς πανουργίας ῥήματα. καὶ αὐτὸς δὲ διερχόμενος, ὅτε πρὸς Μαγνέντιον ἔσπευδε, καὶ βλέπων τὴν πρὸς Ἀθανάσιον τῶν ἐπισκόπων κοινωνίαν, ὡς ὑπὸ πυρὸς ἀναφθεὶς μετεβάλλετο τὴν γνώμην καὶ οὔτε τῶν ὅρκων ἐμνημόνευσεν, ἀλλὰ καὶ ὧν ἔγραψεν ἐπελάθετο καὶ τῶν πρὸς τὸν ἀδελφὸν καθη κόντων ἀγνώμων γέγονε. καὶ γὰρ καὶ αὐτῷ γράφων καὶ Ἀθανάσιον ἑωρακὼς ὅρκους δέδωκε, μὴ ἄλλως ποιήσειν, ἢ ὡς ἂν ὁ λαὸς βούληται καὶ τῷ ἐπισκόπῳ καταθυμίως 30. 4 τυγχάνοι. ἀλλ' ἡ πρὸς τὴν ἀσέβειαν σπουδὴ πάντων ἀθρόως αὐτὸν ἐπιλαθέσθαι πεποίηκεν. οὐ δεῖ δὲ θαυμάζειν, εἰ μετὰ τοσαῦτα γράμματα καὶ τοσούτους ὅρκους ἠλλοιώθη Κωνστάντιος, ὅπουγε καὶ ὁ τῆς Αἰγύπτου τότε τύραννος Φαραὼ πολλάκις ἐπαγγελ λόμενος καὶ διὰ τοῦτο λαμβάνων τῶν βασάνων ἄνεσιν μετετίθετο, ἕως εἰς τέλος ἀπώλετο σὺν αὐτοῖς τοῖς ὁμονοήσασιν αὐτῷ.

Intertext edge

Open linked passage

Note