Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1.1
Τούτους μὲν οὖν κατὰ πόλιν πρῶτον ἐβιάζετο μετατίθεσθαι, γενόμενος δὲ ἐν τῇ Ἀρελατῷ καὶ τῇ Μεδιολάνῳ λοιπόν, ὡς οἱ αἱρετικοὶ συνεβούλευσαν καὶ ὑπέθεντο, οὕτως αὐτὸς ἔπραττε, μᾶλλον δὲ οὕτως καὶ αὐτοὶ διεπράττοντο καὶ ἐνήλλοντο κατὰ πάντων 31. 2 ἔχοντες τὴν ἐξουσίαν. καὶ εὐθὺς ὧδε μὲν ἐντολαὶ καὶ γράμματα πρὸς τὸν ἔπαρχον, ἵνα τέως ὁ σῖτος ἀφαιρεθῇ παρὰ Ἀθανασίου καὶ δοθῇ τοῖς τὰ Ἀρείου φρονοῦσι, καὶ ἵνα ἐξῇ ὑβρίζειν τοῖς βουλομένοις τοὺς μετ' αὐτοῦ συναγομένους. ἀπειλή τε ἦν τοῖς δικασταῖς, εἰ μὴ συνάγοιντο μετὰ τῶν Ἀρειανῶν. ἦν δὲ ταῦτα προοίμια τῶν μετὰ 31. 3 ταῦτα γενομένων διὰ τοῦ δουκὸς Συριανοῦ. εἰς δὲ τὰ ἔξω μέρη προστάγματα πάλιν, καὶ νοτάριοι κατὰ πόλιν καὶ παλατινοὶ φέροντες ἀπειλὰς ἀπεστέλλοντο πρός τε τοὺς ἐπισκόπους καὶ τοὺς δικαστάς, ἵν' οἱ μὲν δικασταὶ ἐπείγωσιν, οἱ δὲ ἐπίσκοποι ἢ ἵνα κατὰ Ἀθανασίου γράφωσι κοινωνίαν ἔχοντες πρὸς τοὺς Ἀρειανοὺς ἢ τιμωρίαν αὐτοὶ μὲν ὑπομένωσιν ἐξοριστίας, οἱ δὲ τούτοις συνερχόμενοι λαοὶ δεσμὰ καὶ ὕβρεις καὶ πληγὰς 31. 4 κατ' αὐτῶν καὶ ἀφαίρεσιν τῶν ἰδίων ὑπαρχόντων ἔσεσθαι γινώσκοιεν. οὐκ ἠμελεῖτο δὲ τὸ πρόσταγμα· καὶ γὰρ εἶχον οἱ ἀποσταλέντες μεθ' ἑαυτῶν κληρικοὺς Οὐρσακίου καὶ Οὐάλεντος, ἵνα καὶ παροξύνωσι καὶ ἀμελοῦντας τοὺς δικαστὰς κατενέγκωσι τῷ βασιλεῖ. καὶ τὰς μὲν αἱρέσεις ὡς μικροτέρας ἑαυτῶν ἀδελφὰς συνεχώρουν βλασφημεῖν εἰς τὸν κύριον, μόνοις δὲ τοῖς Χριστιανοῖς ἐπεβούλευον οὐ φέροντες ἀκούειν περὶ Χριστοῦ λόγων εὐσεβῶν. πόσοι τοιγαροῦν ἐπίσκοποι κατὰ τὸ γεγραμμένον «ἐπὶ ἡγεμόνας καὶ βασιλέας ἤχθησαν» 31. 5 καὶ παρὰ δικαστῶν ἤκουσαν· «ἢ ὑπογράψατε ἢ τῶν ἐκκλησιῶν ἀναχωρεῖτε, καθαιρεθῆναι γὰρ ὑμᾶς βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31. 6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφετο, καὶ ἦν ἀπειλή, ζημία χρημάτων, εἰ μὴ ἀναγκάζοι ἕκαστος τὸν τῆς ἰδίας πόλεως ἐπίσκοπον ὑπογράφειν. καὶ ὅλως πᾶς τόπος καὶ πᾶσα πόλις ἐπεπλήρωτο φόβου καὶ ταραχῆς τῶν μὲν ἐπισκόπων ἑλκομένων, τῶν δὲ δικαστῶν ὁρώντων τοὺς ὀδυρμοὺς καὶ στεναγμοὺς τῶν λαῶν.