Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
32.1.1
Ταῦτα μὲν παρὰ τῶν ἀποσταλέντων παλατινῶν ἐπράττετο, οἱ δὲ θαυμαστοὶ θαρροῦντες αἷς ἔχουσι προστασίαις σπουδὴν τίθενται· καὶ οὕτω τῶν ἐπισκόπων τοὺς μὲν πρὸς βασιλέα καλοῦσι, τοὺς δὲ πάλιν διὰ γραμμάτων μεθοδεύουσι πλάττοντες κατ' αὐτῶν προφάσεις, ἵν' οἱ μὲν παρόντα Κωνστάντιον καταπτήξωσιν, οἱ δὲ τοὺς ἀπο σταλέντας καὶ τὰς ἀπειλὰς τῆς ἐκ προφάσεως συκοφαντίας φοβηθέντες μεταθῶνται τῆς 32. 2 ἑαυτῶν ὀρθῆς καὶ εὐσεβοῦς μνήμης. οὕτω γοῦν ἐβιάσατο βασιλεὺς τὸ τοσοῦτον τῶν ἐπισκόπων πλῆθος, τὰ μὲν ἀπειλῶν, τὰ δὲ ἐπαγγελλόμενος, εἰπεῖν· «οὐκέτι κοινωνοῦμεν Ἀθανασίῳ». οἱ γὰρ ἐρχόμενοι πρὸς αὐτὸν οὐ πρότερον ἔβλεπον αὐτὸν οὔδ' ὅλως ἄνεσιν ἔχειν τινὰ ἢ προιέναι τῆς ἰδίας οἰκήσεως ἐπετρέποντο, πρὶν ἂν ὑπογράψωσιν ἢ ἀνα 32. 3 νεύοντες ἐξορισθῶσιν. ἐποίει δὲ τοῦτο διὰ τὸ συνορᾶν ἀπὸ πάντων μισεῖσθαι τὴν αἵρεσιν, διὸ μάλιστα καὶ ἠνάγκασε τοὺς τοσούτους τοῖς ὀλίγοις συναριθμηθῆναι. καὶ ἐσπούδασεν ὄχλον ὀνομάτων συναγαγεῖν, πρὸς φθόνον μὲν κατὰ τοῦ ἐπισκόπου, φαν τασίας δὲ χάριν τῆς ἀρειανῆς ἀσεβείας, ἧς αὐτὸς προίσταται οἰόμενος ὅτι ὡς τοὺς ἀνθρώπους οὕτω καὶ τὴν ἀλήθειαν μεταστρέψαι δυνήσεται, οὐκ εἰδὼς οὐδὲ ἀναγνοὺς ὅτι οὐδὲ Σαδδουκαῖοι καὶ Ἡρωδιανοὶ προσλαβόμενοι τοὺς Φαρισαίους ἴσχυσαν ἐπι 32. 4 κρύψαι τὴν ἀλήθειαν. μᾶλλον γὰρ καὶ οὕτως αὕτη μὲν καθημέραν λαμπρὰ δείκνυται, οὗτοι δὲ καὶ κράξαντες· «οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα», καὶ ἔχοντες τὴν Πιλάτου κρίσιν οὐδὲν ἧττόν εἰσιν ἔρημοι καὶ πάσης αἰσχύνης, προσδοκῶντες ὅσον οὐδέπω μένειν καὶ αὐτοὶ κατὰ «τὸν πέρδικα» γυμνοί, ὅταν ἴδωσι καὶ τὸν προστάτην ἑαυτῶν ἀπο θνήσκοντα.