Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
33.1.1
Εἰ δὲ καὶ ἀπρεπὲς τὸ ὅλως ἐπὶ τούτοις φοβηθέντας τινὰς τῶν ἐπισκόπων μετα θέσθαι, ἀλλὰ μᾶλλον ἀπρεπέστερον καὶ οὐ θαρρούντων οἷς πεπιστεύκασι τὸ βιάζεσθαι 33. 2 καὶ ἀναγκάζειν τοὺς μὴ βουλομένους. οὕτως ὁ μὲν διάβολος ἐπεὶ μηδὲν ἀληθὲς ἔχει «ἐν πελέκει καὶ λαξευτηρίῳ» ἐπιβαίνων κατεάσσει τὰς θύρας τῶν μὴ δεχομένων αὐτόν, ὁ δὲ σωτὴρ οὕτως ἐστὶ πρᾶος, ὡς διδάσκειν μὲν «εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν» καὶ «ὁ θέλων εἶναί μου μαθητής», ἐρχόμενον δὲ πρὸς ἕκαστον μὴ βιάζεσθαι, ἀλλὰ μᾶλλον κρούειν τε καὶ λέγειν· «ἄνοιξόν μοι, ἀδελφή μου νύμφη», καὶ ἀνοιγόντων μὲν εἰσέρχεται, ὀκνούν 33. 3 των δὲ καὶ μὴ θελόντων ἐκείνων ἀναχωρεῖ. οὐ γὰρ ξίφεσιν ἢ βέλεσιν οὐδὲ διὰ στρατιω τῶν ἡ ἀλήθεια καταγγέλλεται, ἀλλὰ πειθοῖ καὶ συμβουλίᾳ. ποία οὖν πειθώ, ἔνθα βασι λέως φόβος; ἢ ποία συμβουλία, ἐν ᾗ ὁ ἀντιλέγων τὸ τέλος ἐξορισμὸν ἔχει καὶ θάνατον;
33.4.1
καὶ ὁ μὲν Δαυὶδ καίτοι βασιλεὺς ὢν καὶ τὸν ἐχθρὸν ὑπὸ χεῖρας ἔχων θέλοντάς τε τοὺς στρατιώτας ἀποκτεῖναι τὸν ἐχθρὸν οὐ τῇ ἐξουσίᾳ κεκώλυκεν, ἀλλ', ὡς ἡ γραφή φησιν, ἔπεισε Δαυὶδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι
33.5.1
τὸν Σαούλ. αὐτὸς δὲ τὸν λόγον οὐκ ἔχων μετ' ἐξουσίας πάντας βιάζεται, ἵνα δειχθῇ πᾶσιν ὅτι ἡ φρόνησις αὐτῶν οὐκ ἔστι κατὰ θεόν, ἀλλ' ἀνθρωπίνη, καὶ ὅτι οἱ τὰ Ἀρείου 33. 6 φρονοῦντες «οὐκ ἔχουσιν ἀληθῶς βασιλέα εἰ μὴ Καίσαρα». δι' αὐτοῦ γὰρ πάντα μὲν ὅσαπερ βούλονται καὶ πράττουσιν οἱ χριστομάχοι, δόξαντες δὲ δι' αὐτοῦ πολλοῖς ἐπιβουλεύειν ἠγνόησαν πολλοὺς ποιήσαντες ὁμολογητὰς γενέσθαι, ἐξ ὧν εἰσιν οἱ νῦν λαμπρᾷ χρησάμενοι τῇ ὁμολογίᾳ ἄνδρες εὐλαβεῖς καὶ ἐπίσκοποι ἀγαθοί, Παυλῖνος ὁ ἀπὸ Τριβέρων τῆς μητροπόλεως τῶν Γαλλίων ἐπίσκοπος καὶ Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ Διονύσιος 33. 7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρόπολις τῆς Ἰταλίας. τούτους γὰρ βασιλεὺς καλέσας ἐκέλευσε κατὰ Ἀθανασίου μὲν ὑπογράφειν, τοῖς δὲ αἱρετικοῖς κοινωνεῖν. εἶτα ἐκείνων θαυμαζόντων τὸ καινὸν ἐπιτήδευμα τοῦτο καὶ λεγόντων, μὴ εἶναι τοῦτον ἐκ κλησιαστικὸν κανόνα, εὐθὺς ἐκεῖνος· «ἀλλ' ὅπερ ἐγὼ βούλομαι, τοῦτο κανών», ἔλεγε· «νομιζέσθω· οὕτω γάρ μου λέγοντος ἀνέχονται οἱ τῆς Συρίας λεγόμενοι ἐπίσκοποι. ἢ τοίνυν πείσθητε ἢ καὶ ὑμεῖς ὑπερόριοι γενήσεσθε».

Intertext edge

Open linked passage

Note