Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
34.1.1
Ταῦτα ἀκούσαντες οἱ ἐπίσκοποι πάνυ γε θαυμάσαντες καὶ τὰς χεῖρας ἀνατείναντες πρὸς τὸν θεὸν πολλῇ τῇ κατ' αὐτοῦ παρρησίᾳ μετὰ λόγων ἐχρήσαντο διδάσκοντες, μὴ εἶναι τὴν βασιλείαν αὐτοῦ, ἀλλὰ τοῦ δεδωκότος θεοῦ, ὃν καὶ φοβεῖσθαι αὐτὸν ἠξίουν, μὴ ἐξαίφνης αὐτὴν ἀφέληται· ἠπείλουν τε τὴν ἡμέραν τῆς κρίσεως καὶ συνεβούλευον αὐτῷ, μὴ διαφθείρειν τὰ ἐκκλησιαστικὰ μηδὲ ἐγκαταμίσγειν τὴν ῥωμαικὴν ἀρχὴν τῇ τῆς ἐκκλησίας διαταγῇ μηδὲ τὴν ἀρειανὴν αἵρεσιν εἰσάγειν εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ.
34.2.1
ἀλλ' οὔτε ἤκουεν ἐκεῖνος οὔτε τι πλέον αὐτοὺς λέγειν ἐπέτρεπεν, ἀλλὰ καὶ μᾶλλον ἠπείλει καὶ ξίφος ἐγύμνου κατ' αὐτῶν καὶ ἀπάγεσθαι δέ τινας ἐξ αὐτῶν ἐκέλευσε· καὶ πάλιν 34. 3 ὡς ὁ Φαραὼ μετεγίνωσκεν. ἐκτινάξαντες τοίνυν οἱ ἅγιοι τὸν κονιορτὸν καὶ πρὸς τὸν θεὸν ἀναβλέψαντες οὔτε ἀπειλὴν βασιλέως ἐφοβήθησαν οὔτε ξίφους γυμνουμένου προδεδώκασιν, ἀλλὰ καὶ τὸν ἐξορισμὸν ὡς λειτούργημα διακονίας ἐσχήκασι. διερχόμενοι γὰρ κατὰ τόπον καὶ κατὰ πόλιν, καίπερ ἐν δεσμοῖς ὄντες, εὐηγγελίζοντο τὴν μὲν εὐσεβῆ πίστιν κηρύττοντες, τὴν δὲ ἀρειανὴν αἵρεσιν ἀναθεματίζοντες καὶ τὴν μετάνοιαν Οὐρ 34. 4 σακίου καὶ Οὐάλεντος στηλιτεύοντες. ἐγίγνετο δὲ τοῦτο πρὸς ἐναντίου τοῖς ἐπι βουλεύουσιν. ὅσῳ γὰρ πολὺ τὸ διάστημα τῆς ἐξοριστίας, τοσούτῳ μεῖζον τὸ κατ' αὐτῶν μῖσος ηὔξανε, καὶ κήρυγμα ἦν κατὰ τῆς ἀσεβείας αὐτῶν ἡ τούτων ἀποδημία. τίς γὰρ βλέπων τούτους διερχομένους οὐκ αὐτοὺς μὲν ὡς ὁμολογητὰς ὑπερεθαύμαζεν, ἐκείνους δὲ οὐκ ἀπεστρέφετο καὶ ἐβδελύττετο οὐκέτι μόνον ὡς ἀσεβεῖς, ἀλλὰ καὶ ὡς δημίους καὶ φονευτὰς καὶ πάντα μᾶλλον ἢ Χριστιανοὺς ὀνομάζων;

Intertext edge

Open linked passage

Note