Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
35.1.1
Βέλτιον μὲν οὖν ἦν κατὰ τὴν ἀρχὴν Κωνστάντιον μηδ' ὅλως τῆς αἱρέσεως ταύτης γενέσθαι ἢ γενόμενον μὴ τοσοῦτον ἐνδοῦναι τοῖς ἀσεβέσιν ἢ ἐνδόντα μέχρι τούτων στῆναι μετ' αὐτῶν, ἵνα κἂν ἕως τούτων ἔχωσι κοινὴν τὴν κρίσιν. ὡς δὲ ἔοικε, κατὰ τοὺς ἄφρονας δεσμοῖς τῆς ἀσεβείας ἑαυτοὺς περιπείροντες μείζονα καθ' ἑαυτῶν τὴν κρίσιν ἐπι 35. 2 σπῶνται. καὶ γὰρ οὐδὲ Λιβερίου τοῦ ἐπισκόπου Ῥώμης κατὰ τὴν ἀρχὴν ἐφείσαντο, ἀλλὰ καὶ μέχρι τῶν ἐκεῖ τὴν μανίαν ἐξέτειναν, καὶ οὐχ ὅτι ἀποστολικός ἐστι θρόνος ᾐδέσθη σαν, οὔδ' ὅτι μητρόπολις ἡ Ῥώμη τῆς Ῥωμανίας ἐστὶν ηὐλαβήθησαν, οὔδ' ὅτι πρότερον 35. 3 «ἀποστολικοὺς αὐτοὺς ἄνδρας» γράφοντες εἰρήκασιν ἐμνημόνευσαν. ἀλλὰ πάντα ὁμοῦ φύραντες πάντων ἀθρόως ἐπελάθοντο καὶ μόνης τῆς ὑπὲρ τῆς ἀσεβείας σπουδῆς ἐφρόντι σαν. ἐπειδὴ γὰρ ἑωράκασιν αὐτὸν ὀρθοδοξοῦντα καὶ μισοῦντα μὲν τὴν ἀρειανὴν αἵρεσιν, σπουδάζοντα δὲ πάντας πείθειν ἀποστρέφεσθαι καὶ ἀναχωρεῖν ἀπ' αὐτῆς, ἐλογίσαντο 35. 4 οἱ δυσσεβεῖς ὅτι· «εἰ τὸν Λιβέριον πείσαιμεν, πάντων ταχέως κρατήσομεν». καὶ δια βάλλουσι βασιλεῖ· κἀκεῖνος ταχέως προσδοκήσας διὰ Λιβερίου πάντας ἕλκειν πρὸς ἑαυτὸν γράφει καὶ πέμπει σπάδοντα Εὐσέβιόν τινα καλούμενον μετὰ γραμμάτων καὶ δώρων, ἵνα τοῖς μὲν δώροις κολακεύσῃ, τοῖς δὲ γράμμασιν ἀπειλήσῃ. ἀπελθὼν τοίνυν ὁ σπάδων 35. 5 εἰς τὴν Ῥώμην πρῶτον παρεκάλει τὸν Λιβέριον κατὰ Ἀθανασίου μὲν ὑπογράψαι, τοῖς δὲ Ἀρειανοῖς κοινωνῆσαι, λέγων· «τοῦτο βασιλεὺς βούλεται καὶ κελεύει σε ποιῆσαι». εἶτα ἐπιδεικνὺς τὰ δῶρα παρεκάλει καὶ χειρῶν ἥπτετο λέγων· «πείσθητι βασιλεῖ καὶ ταῦτα δέξαι».