Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
36.1.1
Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος πανταχόθεν συναχθεῖσα καλῶς ἐκαθάρισε καὶ ἡ Ῥωμαίων δὲ ἐκκλησία μετ' εἰρήνης ἀπέλυσε, πῶς δυνάμεθα κατακρῖναι; ἢ τίς ἡμᾶς ἀποδέξεται, εἰ ὃν παρόντα ἠγαπήσαμεν καὶ εἴχομεν τῇ κοινωνίᾳ, τοῦτον ἐὰν ἀποστραφῶμεν ἀπόντα; οὐκ ἔστιν οὗτος ἐκκλησιαστικὸς κανὼν οὐδὲ τοιαύτην πώποτε παράδοσιν ἔσχομεν παρὰ τῶν πατέρων τῶν καὶ αὐτῶν παραλαβόντων παρὰ τοῦ μακα 36. 2 ρίου καὶ μεγάλου ἀποστόλου Πέτρου. ἀλλ' εἴπερ ἄρα μέλει τῷ βασιλεῖ περὶ τῆς ἐκ κλησιαστικῆς εἰρήνης, εἰ κελεύει λυθῆναι τὰ παρ' ἡμῖν περὶ Ἀθανασίου γραφέντα, λυέσθω καὶ τὰ παρ' ἐκείνων κατ' αὐτοῦ γενόμενα, λυέσθω δὲ καὶ τὰ κατὰ πάντων καὶ γενέσθω λοιπὸν ἐκκλησιαστικὴ σύνοδος μακρὰν τοῦ παλατίου, ἐν ᾗ βασιλεὺς οὐ πάρεστιν, οὐ κόμης παραγίνεται, οὐ δικαστὴς ἀπειλεῖ, ἀλλὰ μόνον ὁ τοῦ θεοῦ φόβος ἀρκεῖ καὶ ἡ τῶν ἀποστόλων διάταξις, ἵν' οὕτως προηγουμένως ἡ μὲν ἐκκλησιαστικὴ πίστις σώζηται, καθὼς οἱ πατέρες ὥρισαν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, οἱ δὲ τὰ Ἀρείου φρονοῦντες ἐκβάλλωνται καὶ ἡ αἵρεσις 36. 3 αὐτῶν ἀναθεματισθῇ. καὶ τότε λοιπὸν κρίσεως γενομένης περὶ ὧν Ἀθανάσιος καὶ εἴ τις ἕτερος ἐγκαλεῖται καὶ περὶ ὧν ἐγκαλοῦνται καὶ αὐτοί, οἱ μὲν ὑπεύθυνοι ἐκβάλλωνται, οἱ δὲ καθαροὶ παρρησίαν ἔχωσιν. οὐ γὰρ οἷόν τε συνόδῳ συναριθμηθῆναι τοὺς περὶ πίστιν ἀσεβοῦντας οὐδὲ πρέπει προκρίνεσθαι πράγματος ἐξέτασιν τῆς περὶ πίστεως ἐξετάσεως.
36.4.1
χρὴ γὰρ πρῶτον πᾶσαν περὶ τῆς πίστεως διαφωνίαν ἐκκόπτεσθαι καὶ τότε τὴν περὶ τῶν πραγμάτων ἔρευναν ποιεῖσθαι. καὶ γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐ πρότερον ἐθε ράπευε τοὺς πάσχοντας, πρὶν ἂν δείξωσι καὶ εἴπωσιν ὁποίαν πίστιν εἶχον εἰς αὐτόν.
36.5.1
ταῦτα παρὰ τῶν πατέρων ἐμάθομεν, ταῦτα ἀπάγγειλον τῷ βασιλεῖ, ταῦτα γὰρ καὶ αὐτῷ συμφέρει καὶ τὴν ἐκκλησίαν οἰκοδομεῖ. μὴ ἀκουέσθω δὲ Οὐρσάκιος καὶ Οὐάλης, καὶ γὰρ καὶ ἐν τοῖς προτέροις μετενόησαν καὶ νῦν λέγοντες οὐκ εἰσὶ πιστοί».