Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
37.1.1
Ὁ μὲν οὖν ἐπίσκοπος Λιβέριος τοιαῦτα, ὁ δὲ εὐνοῦχος λυπηθεὶς οὐ τοσοῦτον, ὅτι μὴ ὑπέγραψεν, ἀλλ' ὅτι τῆς αἱρέσεως ἐχθρὸν αὐτὸν εὗρεν, ἐπιλαθόμενός τε ὅτι πρὸς ἐπίσκο πον ἦν μεγάλως ἀπειλήσας ἐξήρχετο μετὰ τῶν δώρων. πράττει δέ τι παράνομον Χριστια νῶν μὲν ἀλλότριον, σπαδόντων δὲ τολμηρότερον. τὴν γὰρ παράβασιν τοῦ Σαοὺλ μιμησά μενος ἀπελθὼν εἰς τὸ μαρτύριον Πέτρου τοῦ ἀποστόλου τὰ δῶρα αὐτῷ ἀνέθηκεν. ἀλλὰ μαθὼν ὁ Λιβέριος πρὸς μὲν τὸν τηροῦντα τὸν τόπον καὶ μὴ κωλύσαντα μεγάλως ἠγανάκ τησεν, αὐτὰ δὲ ὡς ἄθυτον θυσίαν ἀπέρριψε, καὶ τοῦτο μᾶλλον εἰς ὀργὴν ἐκίνει τὸν θλαδίαν.
37.2.1
παροξύνει τοίνυν βασιλέα λέγων· «οὐκέτι περὶ τοῦ γράψαι Λιβέριόν ἐστιν ἡμῖν ἡ φροντίς, ἀλλ' ὅτι κατὰ τῆς αἱρέσεως οὕτω φρονεῖ, ὡς ἐξ ὀνόματος τοὺς Ἀρειανοὺς ἀναθεματίζειν». εἰς τοῦτο δὲ κινεῖ καὶ τοὺς ἑτέρους σπάδοντας, πολλοὶ δέ, μᾶλλον δὲ τὸ ὅλον εἰσὶν εὐνοῦχοι παρὰ Κωνσταντίῳ καὶ πάντα δύνανται παρ' αὐτῷ, χωρίς τε τούτων οὐδέν ἐστιν ἐκεῖ γε 37. 3 νέσθαι. γράφει δὴ οὖν βασιλεὺς εἰς Ῥώμην, καὶ πάλιν παλατινοὶ καὶ νοτάριοι καὶ κόμητες ἀποστέλλονται καὶ γράμματα πρὸς τὸν ἔπαρχον, ἵνα ἢ πλανήσαντες δόλῳ τὸν Λιβέριον ἐξαγάγωσιν ἀπὸ τῆς Ῥώμης καὶ πέμψωσιν εἰς τὸ στρατόπεδον πρὸς αὐτὸν ἢ βίᾳ τοῦτον διώξωσι.

Intertext edge

Open linked passage

Note