Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
38.1.1
Τοιούτων δὴ ὄντων τῶν γραφέντων λοιπὸν κἀκεῖ φόβος καὶ ἐπιβουλὴ κατὰ πᾶσαν τὴν πόλιν ἤκμαζε. κατὰ πόσων γοῦν οἴκων ἀπειλὴ γέγονε; πόσοι πόσας ἐπαγγελίας εἰλήφασι κατὰ Λιβερίου; πόσοι ταῦτα βλέποντες ἐκρύβησαν ἐπίσκοποι; πόσοι τῶν ἐλευθέρων
38.2.1
ἀνεχώρησαν εἰς χωρία διὰ τὰς διαβολὰς τῶν χριστομάχων; πόσοις ἀσκηταῖς ἐπεβού λευσαν; πόσους ἐκεῖ διατρίβοντας καὶ λοιπὸν τὸ ἐφέστιον ἔχοντας ἐκεῖ διωχθῆναι πεποι ήκασι, ποσάκις καὶ ὅπως ἐφύλαξαν τὸν λιμένα καὶ τὰς εἰσόδους τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον, πῶς καὶ αἱ ἕτεραι ἐκκλησίαι κατὰ 38. 3 πόλιν ἐπορθήθησαν παρ' αὐτῶν. εὐνοῦχοι δὲ ἦσαν οἱ καὶ ταῦτα καὶ τὰ κατὰ πάντων κινοῦντες. καὶ τὸ παράδοξον τῆς ἐπιβουλῆς τοῦτό ἐστιν, ὅτι ἡ ἀρειανὴ αἵρεσις ἀρνουμένη τὸν υἱὸν τοῦ θεοῦ ἐξ εὐνούχων ἔχει τὴν βοήθειαν, οἵτινες ὡς τῇ φύσει οὕτως καὶ τὴν ψυχὴν 38. 4 ἀρετῆς ἄγονοι τυγχάνοντες οὐ φέρουσιν ἀκούειν ὅλως περὶ υἱοῦ. ὁ μὲν οὖν ἐκ τῆς Αἰθιοπίας εὐνοῦχος μὴ νοῶν ἃ ἀνεγίνωσκεν ἐπείσθη τῷ Φιλίππῳ διδάσκοντι περὶ τοῦ σωτῆρος, οἱ δὲ τοῦ Κωνσταντίου σπάδοντες οὔτε τοῦ Πέτρου ὁμολογοῦντος ἀνέχονται, ἀλλὰ καὶ τὸν πατέρα δεικνύντα τὸν υἱὸν ἀποστρέφονται καὶ μαίνονται κατὰ τῶν λεγόν των γνήσιον εἶναι τὸν υἱὸν τοῦ θεοῦ ἐκδικοῦντες σπαδόντων αἵρεσιν, μηδὲν εἶναι γνήσιον 38. 5 καὶ ἀληθινὸν ἐκ τοῦ πατρός. διὰ τοῦτο γὰρ καὶ ὁ νόμος εἴργει τούτους εἰς ἐκκλη σιαστικὴν συμβουλίαν προσλαμβάνεσθαι, καὶ ὅμως τούτους νῦν τῶν ἐκκλησιαστικῶν κρι μάτων κυρίους ἐλογίσατο, καὶ ὅπερ ἂν αὐτοῖς δόξῃ, τοῦτο Κωνστάντιος κρίνει καὶ οἱ λεγόμενοι ἐπίσκοποι ὑποκρίνονται. ὦ τίς ἂν γένοιτο τούτων λογογράφος; τίς ἀπαγγείλαι ταῦτα εἰς γενεὰν ἑτέραν; τίς ἄρα πιστεύσειεν ἀκούων ὅτι σπάδοντες οἱ οἰκειακὰς ὑπηρεσίας μόγις πιστευόμενοι (φιλήδονον γὰρ τὸ τούτων εἶδος, καὶ οὐδὲν ἄλλο μεριμνῶσιν ὡς τοῦθ', ὅπερ αὐτοὺς ἡ φύσις ἀφείλατο, ἐμποδίζειν) οὗτοι νῦν τῶν ἐκκλησιαστικῶν κατάρ χουσι, καὶ τούτοις ὑποπίπτων Κωνστάντιος πᾶσιν ἐπεβούλευσε καὶ Λιβέριον ἐξώρισεν;