Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
39.1.1
Ἐπειδὴ γὰρ πολὺς ἦν εἰς Ῥώμην γράφων, ἀπειλῶν, ἀποστέλλων, ἐπιβουλεύων, λοιπὸν δ' ἐγεγόνει καὶ ὁ κατὰ Ἀλεξάνδρειαν διωγμός. ἕλκεται καὶ Λιβέριος πρὸς βασι 39. 2 λέα καὶ πολλῇ καὶ αὐτὸς κέχρηται τῇ παρρησίᾳ· «παῦσαι», λέγων, «διώκων Χριστιανούς· μὴ πείραζε δι' ἡμῶν εἰσάξαι τὴν ἀσέβειαν εἰς τὴν ἐκκλησίαν. πάντα ὑπομένειν ἐσμὲν ἕτοιμοι ἢ Ἀρειομανῖται κληθῆναι. Χριστιανοὺς ὄντας ἡμᾶς μὴ ἀνάγκαζε χριστομάχους 39. 3 γενέσθαι. τοῦτο καὶ σοὶ συμβουλεύομεν· μὴ μάχου πρὸς τὸν δεδωκότα σοι τὴν ἀρχὴν ταύτην· μὴ ἀντ' εὐχαριστίας ἀσεβήσῃς εἰς αὐτόν· μὴ δίωκε τοὺς πιστεύοντας εἰς αὐτόν· μὴ ἀκούσῃς καὶ σύ·» σκληρόν σοι πρὸς κέντρα λακτίζειν «. ἀλλ' εἴθε κἂν ἀκούσῃς, ἵνα καὶ 39. 4 σὺ πεισθῇς ὡς ὁ ἅγιος Παῦλος. ἰδοὺ πάρεσμεν, ἤλθομεν, πρὶν πλάσωνται πρόφασιν· διὰ τοῦτο γὰρ καὶ ἐσπεύσαμεν εἰδότες ὅτι ἐξορισμὸς ἡμᾶς μένει παρὰ σοῦ, ἵνα, πρὶν προ φάσεως πάθωμεν, καὶ πᾶσι δειχθῇ φανερῶς ὅτι καὶ οἱ ἄλλοι πάντες οὕτω πεπόνθασιν ὡς ἡμεῖς καὶ αἱ λεχθεῖσαι κατ' αὐτῶν προφάσεις ἐπλάσθησαν παρὰ τῶν ἐχθρῶν καὶ πάντα τὰ κατ' αὐτούς ἐστι συκοφαντία καὶ ψευδῆ».

Intertext edge

Open linked passage

Note