Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Ταῦτα καὶ νῦν δρῶσι καὶ πάλαι πεποιήκασιν οἱ δυσσεβεῖς κατὰ τῶν ὀρθοδόξων γνώρισμα τῆς ἑαυτῶν κακοηθείας καὶ ἀσεβείας πανταχοῦ παρὰ πᾶσι παρασχόντες.
3.2.1
ἔστω γάρ, Ἀθανάσιον ᾐτιάσαντο· τί καὶ οἱ ἄλλοι πεποιήκασιν ἐπίσκοποι; ποίας ἄρα προφάσεις εἶχον ἢ ποῖος ἄρα κἀκεῖ νεκρὸς Ἀρσένιος εὑρέθη; ποῖος παρ' αὐτοῖς Μακάριος πρεσβύτερος καὶ ποτήριον πέπλασται; ποῖος Μελιτιανὸς ὑπεκρίνετο; ἀλλ' ὡς ἔοικεν ἐξ ἐκείνων καὶ τὰ κατὰ Ἀθανάσιον δείκνυται ψευδῆ. καὶ ἐξ ὧν δὲ Ἀθανασίῳ ἐπεχείρησαν, 3. 3 δῆλα καὶ τὰ κατ' ἐκείνων ἐστὶ πεπλασμένα. μέγα τι θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐπιβουλήν. καὶ τὸ παράδοξον, ὅτι, καθὰ προεῖπον, οὐδεὶς ἐξ ἐκείνων κατηγορεῖται, ἂν δὲ κατηγορηθῇ, οὐ κρίνεται ἢ δόξας ἀκούεσθαι δικαιοῦται κατὰ τῶν ἐλεγχόντων, καὶ μᾶλλον ὁ ἐλέγχων ἐπιβουλεύεται ἢ ὁ ὑπεύθυνος ὅλως 3. 4 ἐντρέπεται. πάντες γοῦν οἱ παρ' αὐτοῖς μεστοὶ ῥύπου τυγχάνουσι καὶ οἱ παρ' αὐ τοῖς κατάσκοποι, οὐ γὰρ ἐπίσκοποι, μᾶλλόν εἰσι πάντων ῥυπαρώτεροι. καὶ εἴ τις παρ' αὐτοῖς ἐπίσκοπος θέλει γενέσθαι, οὐκ ἀκούει· «δεῖ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι», ἀλλὰ μόνον· «φρόνει κατὰ Χριστοῦ καὶ μὴ φρόντιζε περὶ τρόπων, ἀρκεῖ γὰρ 3. 5 ἐκεῖνό σοι πρὸς σύστασιν καὶ πρὸς βασιλέως φιλίαν». ταῦτα μὲν περὶ τῶν τὰ Ἀρείου φρονούντων, οἱ δὲ τῆς ἀληθείας ζηλωταί, κἂν ἅγιοι καὶ καθαροὶ φαίνωνται, καθὰ προ εῖπον, ἀλλ' ὑπεύθυνοι γίνονται, ὅταν οὗτοι θέλωσι καὶ ὡς ἂν αὐτοῖς δοκῇ πρόφασιν πλα σαμένοις. καὶ τοῦτο ἔξεστι, καθὰ προεῖπον, ἐκ τῶν παρ' αὐτῶν πραχθέντων συνιδεῖν.

Intertext edge

Open linked passage

Note