Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
40.1.1
Οὕτω μὲν οὖν ὁ Λιβέριος τότε λέγων ἐθαυμάζετο παρὰ πάντων, ὁ δὲ ἀντὶ τοῦ ἀπο κρίνασθαι μόνον ἐκέλευσε καὶ ἐξώρισεν ἕκαστον διαστήσας, ὅπερ καὶ ἐπὶ τῶν προτέρων πεποίηκε. τοῦτον γὰρ ἐξορίζων τὸν τύπον αὐτὸς ἐποίησεν, ἵνα καὶ ἐν ταῖς τιμωρίαις ὠμό 40. 2 τερος τῶν πρὸ αὐτοῦ τυράννων καὶ διωκτῶν γένηται. τῷ μὲν γὰρ προτέρῳ διωγμῷ κοινῇ καὶ πολλοὺς ἅμα κελεύων ὁ τότε Μαξιμιανὸς ἐξώριζεν ὁμολογητὰς καὶ τὴν τιμωρίαν ἐπεκούφιζε παραμυθούμενος αὐτοὺς τῇ συνουσίᾳ, οὗτος δὲ κἀκείνου γέγονεν ὠμότερος καὶ διέστησε τοὺς κοινῇ παρρησιασαμένους καὶ ὁμολογήσαντας καὶ διεχώρισε τοὺς συνδεθέντας τῇ πίστει, ἵνα καὶ ἀποθνήσκοντες ἀλλήλους μὴ βλέπωσι, νομίζων ὡς ὁ χωρισμὸς τοῦ σώματος πάντως καὶ τὴν τῆς ψυχῆς διάθεσιν διίστησιν ἢ χωρισθέντες ἀφ' ἑαυτῶν ἐπι λάθωνται τῆς ἀλλήλων ὁμοφροσύνης τε καὶ ὁμοψυχίας· οὐκ εἰδὼς ὅτι, κἂν ἕκαστος ἀπο μείνῃ, ἀλλ' ἔχει μεθ' ἑαυτοῦ πάλιν ὃν κοινῇ συνόντες ὡμολόγησαν κύριον, ὃς καὶ πλείους εἶναι ποιήσει μεθ' ἑκάστου (ὡς πεποίηκεν ἐπὶ Ἑλισσαίου τοῦ προφήτου) ἤπερ εἰσὶ μετὰ 40. 3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτοὺς μεγάλως ἠδίκη σαν. ὅλως μὲν γὰρ εἰ συνῆσαν ἀλλήλοις καὶ ἐπὶ τὸ αὐτὸ ἐτύγχανον, ἐξ ἑνὸς τόπου τῶν ἀσεβῶν ἐγνωρίζετο τὸ μύσος, νῦν δὲ διαστήσαντες αὐτοὺς πεποιήκασιν εἰς πάντα τόπον διαδραμεῖν ἑαυτῶν καὶ γνωσθῆναι τὴν ἀσεβῆ αἵρεσιν καὶ πονηρίαν.