Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
41.1.1
Οἷα γὰρ καὶ ταῦτα πράττοντες ἔδρασαν, τίς ἀκούσας οὐχ ἡγήσεται πάντα μᾶλλον αὐτοὺς ἢ Χριστιανοὺς εἶναι; Λιβερίου γὰρ ἀποστείλαντος πρὸς βασιλέα Εὐτρόπιον πρεσ βύτερον καὶ διάκονον Ἱλάριον μετὰ γραμμάτων, ὅτε καὶ οἱ περὶ Λουκίφερον ὡμολόγουν, τὸν μὲν πρεσβύτερον εὐθὺς ἐξώρισαν, τὸν δὲ διάκονον Ἱλάριον γυμνώσαντες καὶ τὰ νῶτα μαστίξαντες ἐξώρισαν ἐπιφωνοῦντες· «διὰ τί μὴ ἀντέστης Λιβερίῳ, ἀλλὰ καὶ παρ' αὐτοῦ κεκόμικας γράμματα»; ἐποίουν δὲ τοῦτο Οὐρσάκιος καὶ Οὐάλης καὶ οἱ σὺν αὐτοῖς σπάδον 41. 2 τες. καὶ ὁ μὲν διάκονος μαστιζόμενος ηὐλόγει τὸν κύριον μνησθεὶς αὐτοῦ λέγοντος· «τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας». οἱ δὲ καὶ μαστίζοντες ἐγέλων καὶ ἐχλεύαζον αὐτὸν οὐκ ἐρυθριῶντες, ὅτι Λευίτην ὕβριζον· πρέποντα δὲ ἑαυτοῖς καὶ οὗτοι γελῶντες ἐφρόνουν κἀκεῖνος εὐλογῶν ὑπέμενε. τὸ μὲν γὰρ τύπτεσθαι Χριστιανῶν ἴδιόν ἐστι, τὸ δὲ μαστίζειν 41. 3 Χριστιανοὺς Πιλάτου καὶ Καιάφα τὸ τόλμημα. οὕτω μὲν οὖν καὶ τὴν Ῥωμαίων ἐκ κλησίαν καὶ κατὰ τὴν ἀρχὴν ἐπεχείρησαν διαφθεῖραι θελήσαντες ἐγκαταμίξαι καὶ ἐν αὐτῇ τὴν ἀσέβειαν, ὁ δὲ Λιβέριος ἐξορισθεὶς ὕστερον μετὰ διετῆ χρόνον ὤκλασε καὶ φοβηθεὶς τὸν ἀπειλούμενον θάνατον ὑπέγραψεν. ἀλλὰ καὶ τοῦτο δείκνυσιν ἐκείνων μὲν τὴν βίαν, Λιβερίου δὲ τὸ κατὰ τῆς αἱρέσεως μῖσος καὶ τὴν ὑπὲρ Ἀθανασίου ψῆφον, ὅτε τὴν αίρεσιν εἶχεν ἐλευθέραν. τὰ γὰρ ἐκ βασάνων παρὰ τὴν ἐξ ἀρχῆς γνώμην γιγνόμενα, ταῦτα οὐ τῶν φοβηθέντων, ἀλλὰ τῶν βασανιζόντων ἐστὶ βουλήματα. πάντα μέντοι ποιεῖν ὑπὲρ τῆς αἱρέσεως ἐπεχείρησαν. καθ' ἑκάστην δὲ ἐκκλησίαν τηροῦντες ἣν ἔμαθον πίστιν, τοὺς μὲν διδασκάλους προσδοκῶσι, τὴν δὲ χριστομάχον αἵρεσιν κατέβαλον καὶ πάντες ὡς ὄφιν ἐκτρέπονται.

Intertext edge

Open linked passage

Note