Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
42.1.1
Τοιαῦτα δὲ καὶ τοσαῦτα ποιήσαντες οἱ δυσσεβεῖς οὐδὲν ἐνόμιζον πεποιηκέναι, ἕως ὁ μέγας Ὅσιος ἀπείρατος ἦν αὐτῶν τῆς πονηρίας. καὶ γὰρ καὶ κατὰ τοῦ τηλικούτου γέ ροντος ἐκτεῖναι τὴν μανίαν ἑαυτῶν ἐσκέψαντο. καὶ οὔθ' ὅτι πατήρ ἐστι τῶν ἐπισκόπων ᾐσχύνθησαν, οὔθ' ὅτι γέγονεν ὁμολογητὴς ηὐλαβήθησαν, οὔτε τὸν χρόνον τῆς ἐπισκοπῆς, ὅτι ἑξήκοντα ἔτη καὶ πλεῖον ἔχει ἐν αὐτῇ, ᾐδέσθησαν, ἀλλὰ πάντα ἐξουθένουν καὶ πρὸς μόνην τὴν αἵρεσιν ἔβλεπον, ἄνθρωποι ἀληθῶς «μήτε τὸν θεὸν φοβούμενοι μήτε ἄνθρωπον 42. 2 ἐντρεπόμενοι». προσελθόντες τοίνυν Κωνσταντίῳ τοιούτοις πάλιν ἐχρήσαντο ῥήμασι· «πάντα μὲν πεποιήκαμεν καὶ ἐξωρίσαμεν τὸν Ῥωμαίων ἐπίσκοπον, ἐξωρίσαμεν δὲ καὶ πρὸ αὐτοῦ πλείστους ὅσους ἐπισκόπους, πάντα τε τόπον φόβου πεπληρώκαμεν· ἀλλ' εἰς οὐδὲν ἡμῖν ἐστι τὰ τηλικαῦτά σου ἔργα οὐδὲ κατώρθωται ὁτιοῦν ἡμῖν, ἕως Ὅσιος περι λείπεται. ἐκείνου γὰρ ὄντος ἐν τοῖς ἰδίοις καὶ πάντες ἐν ταῖς ἰδίαις ἐκκλησίαις εἰσίν, 42. 3 ἱκανός ἐστιν ἐν λόγῳ καὶ πίστει πείθειν πάντας καθ' ἡμῶν. οὗτος καὶ συνόδων καθη γεῖται καὶ γράφων ἀκούεται πανταχοῦ· οὗτος καὶ τὴν ἐν Νικαίᾳ πίστιν ἐξέθετο καὶ τοὺς Ἀρειανοὺς ἐκήρυξεν αἱρετικοὺς εἶναι πανταχοῦ. ἂν τοίνυν οὗτος μείνῃ, περιττὸς ὁ τῶν ἑτέρων ἐξορισμὸς γέγονεν· ἡ γὰρ αἵρεσις ἡμῶν ἐκποδὼν γίγνεται. ἄρξαι τοίνυν καὶ τοῦτον διώκειν καὶ μὴ φείσῃ, κἂν ἀρχαῖος ᾖ. καὶ γὰρ ἡ αἵρεσις ἡμῶν οὐκ οἶδεν οὐδὲ γερόντων τιμᾶν πολιάν».