Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
43.1.1
Ταῦτα ἀκούων οὐκ ἐμέλλησε βασιλεύς, ἀλλ' εἰδὼς τὸν ἄνθρωπον καὶ τὸ ἱκανὸν τοῦ γέροντος γράφει καὶ κελεύει τοῦτον ἐλθεῖν πρὸς αὐτόν, ἡνίκα καὶ Λιβέριον κατὰ τὴν ἀρχὴν ἐπείραζεν. ἐλθόντα δὴ οὖν αὐτὸν ἠξίου καὶ προέτρεπε τὰ συνήθη λέγων, οἷς δὴ καὶ τοὺς ἄλλους ἀπατᾶν ἐνόμιζεν, ἵνα καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43. 2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι τοιοῦτον, ἐπιπλήξας καὶ πείσας αὐτὸν ἀνεχώρησεν εἰς τὴν πατρίδα καὶ τὴν ἐκκλησίαν ἑαυτοῦ. ἀλλὰ τῶν αἱρετικῶν ἀποδυρομένων καὶ πάλιν παροξυνόντων (εἶχε δὲ καὶ τοὺς εὐνούχους ὑπομιμνήσκοντας καὶ μᾶλλον παροξύνοντας) γράφει λοιπὸν βασιλεὺς μετὰ 43. 3 ἀπειλῆς. καὶ ὑβρίζεται μὲν ὁ Ὅσιος, οὐ κινεῖται δὲ διὰ τὸν φόβον τῆς ἐπιβουλῆς, ἀλλ' ἑστηκὼς τῷ φρονήματι καὶ ἐπὶ τὴν πέτραν οἰκοδομήσας ἑαυτοῦ τὴν τῆς πίστεως οἰκίαν ἐπαρρησιάζετο κατὰ τῆς αἱρέσεως ῥανίδας καὶ πνοὰς ἀνέμων ἡγούμενος τὰς ἐκ τῶν 43. 4 γραμμάτων ἀπειλάς. πολλάκις γοῦν γράψαντος Κωνσταντίου καὶ τὰ μὲν κολακεύοντος ὡς πατέρα, τὰ δὲ ἀπειλοῦντος καὶ τοὺς ἐξορισθέντας ὀνομάζοντος καὶ λέγοντος· «ἔτι σὺ μόνος τυγχάνεις ὁ κατὰ τῆς αἱρέσεως; πείσθητι καὶ γράψον κατὰ Ἀθανασίου. ὁ γὰρ κατ' ἐκείνου γράφων πάντως τὰ Ἀρειανῶν μεθ' ἡμῶν φρονήσει». οὐ κατορρωδήσας ὁ Ὅσιος, ἀλλὰ καὶ πάσχων ὕβρεις ἔγραψε καὶ αὐτὸς τοιαῦτα, καὶ τὴν ἐπιστολὴν ἀνέγνωμεν, καὶ ἔστιν ἐν τῷ τέλει γεγραμμένη.