Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
44.1.1
... Ἐγὼ μὲν ὡμολόγησα καὶ τὸ πρῶτον, ὅτε διωγμὸς γέγονεν ἐπὶ τῷ πάππῳ σου Μαξιμιανῷ. εἰ δὲ καὶ σύ με διώκεις, ἕτοιμος καὶ νῦν πᾶν ὁτιοῦν ὑπομένειν ἢ ἐκκενοῦν ἀθῶον αἵμα καὶ προδιδόναι τὴν ἀλήθειαν, σὲ δὲ οὐκ ἀποδέχομαι τοιαῦτα γράφοντα καὶ ἀπειλοῦντα. παῦσαι τοῦ τοιαῦτα γράφειν καὶ μὴ φρόνει τὰ Ἀρείου, μηδὲ ἄκουε τῶν ἀνατολικῶν μηδὲ πίστευε τοῖς περὶ Οὐρσάκιον καὶ Οὐάλεντα. ἃ γὰρ ἐκεῖνοι λέγουσιν, οὐ δι' Ἀθανάσιον φθέγγονται, ἀλλὰ διὰ τὴν ἰδίαν αἵρεσιν. πίστευέ μοι, Κωνστάντιε, 44. 2 πάππος εἰμί σου καθ' ἡλικίαν. ἐγενόμην αὐτὸς ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ, ὅτε σύ τε καὶ ὁ μακαρίτης ἀδελφός σου Κώνστας πάντας ἡμᾶς συνήγαγε. καὶ δι' ἐμαυτοῦ τοὺς ἐχθροὺς Ἀθανασίου προσεκαλεσάμην ἐλθόντας αὐτοὺς εἰς τὴν ἐκκλησίαν, ἐν ᾗ ᾤκουν ἐγώ, ἵν', εἴ τι ἔχοιεν κατ' αὐτοῦ, λέγωσιν, ἐπαγγειλάμενος αὐτοῖς θαρρεῖν καὶ 44. 3 μὴ ἄλλο τι προσδοκᾶν ἢ ὀρθὸν τὸ κριτήριον ἐπὶ πᾶσιν ἔσεσθαι. τοῦτο δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον ἐποίησα προτρέπων, εἰ μὴ θέλοιεν ἐπὶ πάσης τῆς συνόδου, κἂν ἐπ' ἐμοῦ μόνου, ἐπαγγειλάμενος πάλιν ὅτι, ἂν μὲν ὑπεύθυνος δειχθῇ, πάντως ἀποβλη θήσεται καὶ παρ' ἡμῶν, ἂν δὲ ἀναίτιος εὑρεθῇ καὶ ἐλέγξῃ συκοφάντας ὑμᾶς, εἰ παραιτεῖσθε τὸν ἄνθρωπον, ἐγὼ μετ' ἐμαυτοῦ πείθω τὸν Ἀθανάσιον ἐλθεῖν εἰς τὰς Σπανίας. καὶ ὁ μὲν Ἀθανάσιος ἐπὶ τούτοις ἐπείθετο καὶ οὐκ ἀντέλεγεν, ἐκεῖνοι δὲ πρὸς πάντα μὴ θαρροῦντες 44. 4 ἴσως ἀνένευον. ἐγένετο δὲ πάλιν ὁ Ἀθανάσιος εἰς τὸ σὸν στρατόπεδον, ἡνίκα μετεπέμψω γράψας αὐτῷ, καὶ παρόντας ἐν αὐτῇ τῇ Ἀντιοχείᾳ τοὺς ἐχθροὺς κληθῆναι πάντας ἢ ἕκαστον αὐτῶν ἠξίωσεν, ἵν' ἢ ἐλέγξωσιν ἢ ἐλεγχθῶσι, καὶ ἵνα ἢ παρόντα δείξωσιν οἷον λέγουσιν ἢ ἀπόντα μὴ διαβάλλωσι. καὶ οὔτε σὺ λέγοντος ἠνέσχου, ἀλλὰ κἀκεῖνοι 44. 5 παρῃτήσαντο. τί τοίνυν ἀκούεις ἔτι τῶν κακολογούντων αὐτόν; πῶς ἀνέχῃ Οὐάλεντος καὶ Οὐρσακίου, καίτοι μετανοησάντων αὐτῶν καὶ ἐγγράφως αὐτῶν ὁμολογησάντων τὴν συκοφαντίαν; ὡμολόγησαν γὰρ οὐ βίαν παθόντες, ὡς αὐτοὶ προφασίζονται, οὐ στρατιωτῶν ἐπικειμένων, οὐκ εἰδότος τοῦ ἀδελφοῦ σου (οὐκ ἐγίγνετο γὰρ παρ' αὐτῷ τοιαῦτα, οἷα νῦν γίγνεται, μὴ γένοιτο), ἀλλ' αὐτοὶ θέλοντες ἑαυτοῖς ἀνῆλθον εἰς τὴν Ῥώμην καὶ τοῦ ἐπισκόπου καὶ τῶν πρεσβυτέρων παρόντων ἔγραψαν. γράψαντες πρότερον καὶ Ἀθανασίῳ φιλικὴν καὶ εἰρηνικὴν ἐπιστολήν. εἰ δὲ βίαν προφασίζονται, 44. 6 καὶ τοῦτο γιγνώσκουσι κακόν, οὐκ ἀποδέχῃ δὲ οὐδὲ σύ. παῦσαι τοῦ βιάζεσθαι καὶ μήτε γράφε μήτε πέμπε κόμητας. ἀλλὰ καὶ τοὺς ἐξορισθέντας ἀπόλυσον, ἵνα μὴ βίαν αἰτιωμένου σου μείζονας βίας ἐκεῖνοι ποιῶσι. τί γὰρ τοιοῦτον γέγονε παρὰ Κώνσταντος; τίς ἐπίσκοπος ἐξωρίσθη; πότε κρίσεως ἐκκλησιαστικῆς μέσος γέγονε; ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνεις, φοβήθητι τὴν ἡμέραν 44. 7 τῆς κρίσεως, φύλαξον σεαυτὸν εἰς ἐκείνην καθαρόν. μὴ τίθει σεαυτὸν εἰς τὰ ἐκκλησιαστικά, μηδὲ σὺ περὶ τούτων ἡμῖν παρακελεύου, ἀλλὰ μᾶλλον παρ' ἡμῶν σὺ μάνθανε ταῦτα. σοὶ βασιλείαν ὁ θεὸς ἐνεχείρισεν, ἡμῖν τὰ τῆς ἐκκλησίας ἐπίστευσε. καὶ ὥσπερ ὁ τὴν σὴν ἀρχὴν ὑποκλέπτων ἀντιλέγει τῷ διαταξαμένῳ θεῷ, οὕτω φοβήθητι, μὴ καὶ σὺ τὰ τῆς ἐκκλησίας εἰς ἑαυτὸν ἕλκων ὑπεύθυνος ἐγκλήματι μεγάλῳ γένῃ. «ἀπόδοτε», γέγραπται, «τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ». οὔτε τοίνυν ἡμῖν ἄρχειν ἐπὶ τῆς γῆς 44. 8 ἔξεστιν οὔτε σὺ τοῦ θυμιᾶν ἐξουσίαν ἔχεις, βασιλεῦ. ταῦτα μὲν οὖν κηδόμενος τῆς σῆς σωτηρίας γράφω, περὶ δὲ ὧν ἐπέστειλας ταύτης εἰμὶ τῆς γνώμης. ἐγὼ οὔτε Ἀρειανοῖς συγκατατίθεμαι, ἀλλὰ καὶ τὴν αἵρεσιν αὐτῶν ἀναθεματίζω, οὔτε κατὰ Ἀθανασίου γράφω, ὃν ἡμεῖς τε καὶ ἡ Ῥωμαίων ἐκκλησία καὶ πᾶσα ἡ σύνοδος ἐκαθάρισε. καὶ γὰρ ταῦτα καὶ σὺ συνορῶν μετεπέμψω τὸν ἄνθρωπον καὶ συνεχώρησας αὐτῷ μετὰ τιμῆς
44.9.1
εἰς τὴν πατρίδα καὶ τὴν ἐκκλησίαν ἐπανελθεῖν. τίς τοίνυν γέγονε πρόφασις τῆς τοσαύτης μεταβολῆς; οἱ αὐτοὶ γὰρ ἐχθροὶ οἱ καὶ πρότερον ὄντες καὶ νῦν εἰσιν αὐτοῦ. καὶ ἃ νῦν ψιθυρίζουσιν (οὐ γὰρ παρόντος αὐτοῦ φθέγγονται), ταῦτα καὶ πρὶν μεταπέμψῃ τὸν Ἀθανάσιον κατελάλουν. ταῦτα καὶ ἐλθόντες εἰς τὴν σύνοδον διεθρύλουν καὶ ἀπαι τούμενοι παρ' ἐμοῦ, καθὰ προεῖπον, τὰς ἀποδείξεις οὐκ ἴσχυσαν παρασχεῖν· εἰ γὰρ 44. 10 εἶχον, οὐκ ἂν ἔφυγον οὕτως αἰσχρῶς. τίς οὖν ἔπεισέ σε μετὰ τοσοῦτον χρόνον ἐπιλαθέσθαι τῶν σαυτοῦ γραμμάτων καὶ ῥημάτων; ἐπίσχες καὶ μὴ πείθου κακοῖς ἀνθρώποις, ἵνα μὴ διὰ τὸ πρὸς ἀλλήλους καθῆκον σαυτὸν ὑπεύθυνον ποιήσῃς. ὧδε γὰρ τούτοις καθη 44. 11 κεύεις ἐν δὲ τῇ κρίσει μόνος μέλλεις ἀπολογεῖσθαι. οὗτοι τὸν ἴδιον ἐχθρὸν διὰ σοῦ θέλουσιν ἀδικεῖν καὶ βούλονταί σε διάκονον τῆς ἑαυτῶν πονηρίας γενέσθαι, ἵνα διὰ σοῦ καὶ τὴν μυσαρὰν αἵρεσιν εἰς τὴν ἐκκλησίαν ἐπισπείρωσιν. οὐκ ἔστι δὲ φρόνιμον δι' ἄλλων ἡδονὴν ἑαυτὸν εἰς προῦπτον κίνδυνον ἐμβάλλειν. παῦσαι, παρακαλῶ, καὶ πείσθητί μοι, Κων στάντιε. ταῦτα γὰρ πρέπει καὶ ἐμὲ γράφειν καὶ σὲ τούτων μὴ καταφρονεῖν...

Intertext edge

Open linked passage

Note