Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
45.1.1
Ταῦτα μὲν ὁ Ἀβραμιαῖος γέρων, ὁ ἀληθῶς Ὅσιος ἐφρόνησέ τε καὶ ἔγραψεν, ὁ δὲ οὔτε τοῦ ἐπιβουλεύειν ἀνεχώρει οὔτε πρόφασιν κατ' αὐτοῦ ζητῶν πέπαυται, ἀλλὰ καὶ ἀπειλῶν ἐπέμενε δεινῶς, ἵνα ἢ βιαζόμενος μεταγάγῃ ἢ μὴ πειθόμενον ἐξορίσῃ.
45.2.1
πρόφασιν μὲν οὖν ὥσπερ οἱ τακτικοὶ καὶ σατράπαι τῆς Βαβυλῶνος ζητοῦντες «οὐχ εὕρισκον κατὰ τοῦ Δανιὴλ εἰ μὴ ἐν νόμοις θεοῦ αὐτοῦ», οὕτω καὶ οἱ νῦν σατράπαι τῆς ἀσεβείας οὐδὲ πλάσασθαι κατὰ τοῦ γέροντος ἄλλην ἠδυνήθησαν (πᾶσι γὰρ γνώριμος ἦν ὁ ἀληθῶς Ὅσιος καὶ ὁ τούτου βίος ἀνεπίληπτος), εἰ μὴ τὸ κατὰ τῆς αἱρέσεως μῖσος.
45.3.1
διαβάλλουσι τοίνυν καὶ αὐτὸν οὐκέτι ὡς ἐκεῖνον Δαρείῳ (ἀηδῶς γὰρ ἤκουε Δαρεῖος κατὰ τοῦ Δανιήλ), ἀλλ' ὡς Ἰεζάβελ κατὰ τοῦ Ναβουθαὶ καὶ ὡς οἱ Ἰουδαῖοι τῷ Ἡρώδῃλέγοντες· «οὐ μόνον οὐχ ὑπογράφει κατὰ Ἀθανασίου, ἀλλὰ καὶ ἡμᾶς δι' αὐτὸν κατα κρίνει καὶ τὴν αἵρεσιν οὕτω μισεῖ, ὡς καὶ ἄλλοις γράφειν θάνατον μᾶλλον ὑπομένειν ἢ προδότας γίγνεσθαι τῆς ἀληθείας. δι' αὐτὴν γὰρ καὶ ὁ ἀγαπητὸς ἡμῶν Ἀθανάσιος διώκεται καὶ Λιβέριος ὁ Ῥωμαίων ἐπίσκοπος καὶ οἱ ἄλλοι πάντες ἐπιβουλεύονται».
45.4.1
ταῦτα ἀκούσας ὁ τῆς ἀσεβείας προστάτης καὶ τῆς αἱρέσεως βασιλεὺς Κωνστάντιος καί, ὅτι μάλιστα καὶ ἕτεροί εἰσι κατὰ τὰς Σπανίας ταυτὰ τῷ Ὁσίῳ φρονοῦντες, πειράσας κἀκείνους ὑπογράψαι καὶ μὴ δυνηθεὶς ἀναγκάσαι μεταπέμπεται τὸν Ὅσιον. καὶ ἀντὶ ἐξορισμοῦ κατέχει τοῦτον ὅλον ἐνιαυτὸν ἐν τῷ Σερμίῳ οὔτε τὸν θεὸν φοβηθεὶς ὁ ἄθεος οὔτε τοῦ πατρὸς τὴν διάθεσιν, ἣν εἶχε πρὸς τὸν Ὅσιον, αἰδεσθεὶς ὁ ἀνόσιος οὔτε τὸ 45. 5 γῆρας (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύτην γὰρ βίαν πεποίηκε τῷ γέροντι καὶ τοσοῦτον αὐτὸν συνέσχεν, ὡς θλιβέντα αὐτὸν μόγις κοινωνῆσαι μὲν τοῖς περὶ Οὐάλεντα καὶ Οὐρσάκιον, μὴ ὑπογράψαι δὲ κατὰ Ἀθανασίου. ἀλλὰ καὶ οὕτως οὐκ ἠμέλησεν ὁ γέρων, μέλλων γὰρ ἀποθνήσκειν ὥσπερ διατιθέμενος ἐμαρτύρατο τὴν βίαν καὶ τὴν ἀρειανὴν αἵρεσιν ἀνεθεμάτιζε καὶ παρήγγελλε μηδένα ταυτὴν ἀποδέχεσθαι.

Intertext edge

Open linked passage

Note