Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
46.1.1
Τίς ταῦτα βλέπων ἢ καὶ μόνον ἀκούων οὐκ ἐξίσταται καὶ αὐτὸς καὶ καταβοήσει πρὸς κύριον λέγων· «μὴ ἆρα εἰς ἐξάλειψιν σὺ ποιήσῃς τὸν Ἰσραήλ;» τίς ταῦτα κατα νοῶν οὐκ εὐκαίρως καὶ αὐτὸς ἀναβοήσει λέγων· «ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς» καὶ «ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἡ γῆ ἐπὶ πλεῖον ἔφριξε σφόδρα»; οἱ πατέρες τῶν λαῶν καὶ διδάσκαλοι τῆς πίστεως αἴρονται καὶ οἱ ἀσεβεῖς εἰς τὰς ἐκκλησίας εἰσάγονται.
46.2.1
τίς, ὅτε Λιβέριος ὁ ἐπίσκοπος Ῥώμης ἐξωρίσθη καὶ ὁ πατὴρ τῶν ἐπισκόπων ὁ μέγας Ὅσιος, [οὕτω πάσχοντα ἢ τίς] ὁρῶν τοσούτους ἐπισκόπους ἀπὸ τῆς Σπανίας καὶ τῶν ἄλλων μερῶν ἐξοριζομένους οὐκ ἐπέγνω, κἂν ὀλίγην αἴσθησιν ἔχῃ, ὅτι καὶ τὰ κατὰ Ἀθανάσιον καὶ τοὺς ἄλλους προφάσεις εἰσὶ ψευδεῖς καὶ πάντα συκοφαντίας μεστά· τούτου γὰρ χάριν κἀκεῖνοι πάντα παθεῖν ὑπέμειναν συνορῶντες τὴν γενομένην ἐκ συκο 46. 3 φαντίας ἐκείνων ἐπιβουλήν. ἐπεὶ ποῖον ἔγκλημα καὶ Λιβερίῳ; ἢ ποία κατηγορία κατὰ τοῦ γέροντος Ὁσίου; τίς κἂν ἐψεύσατο κατὰ Παυλίνου καὶ Λουκιφέρου καὶ Διονυσίου καὶ Εὐσεβίου; ἢ ποῖον ἁμάρτημα κατὰ τῶν ἄλλων ἐξορισθέντων ἐπισκόπων καὶ πρεσ βυτέρων καὶ διακόνων; οὐκ ἔστι τοῦτο, μὴ γένοιτο, οὐ γὰρ δι' ἐγκλήματα γεγόνασιν αἱ συσκευαὶ οὐδὲ διὰ κατηγορίαν ἕκαστος ἐξωρίσθη, ἀλλ' ἐπανάστασίς ἐστι τῆς ἀσεβείας κατὰ τῆς εὐσεβείας, καὶ σπουδὴ μὲν ὑπὲρ τῆς ἀρειανῆς αἱρέσεως, προοίμια δὲ τῆς τοῦ ἀντιχρίστου παρόδου Κωνσταντίου ταύτην προκατασκευάζοντος ἐκείνῳ.

Intertext edge

Open linked passage

Note