Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
47.1.1
Μετὰ γὰρ τὸ διαπράξασθαι πάντα, ὅσαπερ ἠθέλησεν εἰς τὰς ἐκκλησίας τὰς ἐν τῇ Ἰταλίᾳ καὶ τὰ ἄλλα μέρη, μετὰ τὸ τοὺς μὲν ἐξορίσαι, τοὺς δὲ ἀναγκάσαι καὶ πληρῶσαι φόβου τὰ πανταχοῦ λοιπὸν εἰς Ἀλεξάνδρειαν ὥσπερ τι νόσημα τὸν ἑαυτοῦ θυμὸν 47. 2 ἔστρεψεν· ἐγίγνετο δὲ τοῦτο πανούργως παρὰ τῶν χριστομάχων. ἵνα γὰρ φαντασίαν ἔχωσιν ὑπογραφῆς πολλῶν ἐπισκόπων, καὶ ἵνα διωχθεὶς Ἀθανάσιος μὴ ἔχῃ κἂν ἀπο δύρεσθαι πρὸς ἐπίσκοπον, διὰ τοῦτο προλαμβάνοντες τὰ πανταχοῦ πεπληρώκασι φόβου. καὶ τοῦτον ἔφεδρον εἰς τὴν ἐπιβουλὴν ἐτήρησαν οὐκ εἰδότες οἱ ἄφρονες ὅτι οὐ προαίρεσιν ἐπισκόπων, ἀλλὰ τὴν παρ' αὐτῶν γενομένην βίαν ἐπεδείκνυντο, καὶ ὅτι, κἂν ἀδελφοὶ καταλείψωσι, κἂν φίλοι καὶ γνώριμοι μακρὰν ἀποστῶσι καὶ μηδεὶς εὑρεθῇ συλλυπούμενος καὶ παρακαλῶν, ἀλλ' ὑπὲρ πάντα μᾶλλον ἡ πρὸς θεὸν ἐξαρκεῖ κατα
47.3.1
φυγή. μόνος γὰρ ἦν καὶ Ἠλίας διωκόμενος καὶ πάντα καὶ ἐν πᾶσιν ἦν ὁ θεὸς τῷ ἁγίῳ. καὶ τοῦτον δὲ τύπον δέδωκεν ἡμῖν ὁ σωτὴρ καὶ μόνος καταλειφθεὶς ὑπὸ τῶν ἐχθρῶν ἐπεβουλεύετο, ἵνα, κἂν ἡμεῖς διωκόμενοι καταλειφθῶμεν ὑπὸ ἀνθρώπων, μὴ ἐκκακῶ μεν, ἄλλ' ἔχωμεν εἰς αὐτὸν τὴν ἐλπίδα καὶ μὴ προδίδωμεν τὴν ἀλήθειαν, ἥτις, κἂν κατὰ τὴν ἀρχὴν θλίβεσθαι δόξῃ, ἀλλ' ὕστερον καὶ οἱ διώκοντες αὐτὴν ἐπιγνώσονται.