Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
48.1.1
Παροξύνουσι τοίνυν καὶ γράφει τὸ πρῶτον βασιλεὺς καὶ πέμπει πρός τε τὸν δοῦκα καὶ τοὺς στρατιώτας ἀπειλήν. νοτάριοί τε Διογένιός τε καὶ Ἱλάριος καὶ παλατῖνοι σὺν αὐτοῖς ἀποστέλλονται. καὶ γέγονε τὰ τοσαῦτα δεινὰ καὶ ὠμὰ κατὰ τῆς ἐκκλησίας, ἃ μικρῷ πρόσθεν δι' ὀλίγων εἴρηται καὶ πάντες ἔγνωσαν, ἐξ ὧν ἔθηκαν οἱ λαοὶ διαμαρτυ 48. 2 ριῶν, ἃς καὶ ἀναγνῶναι δύναταί τις γραφείσας ἐν τῷ τέλει τούτων. εἶτα μετὰ τὸ γενέσθαι τὰ παρὰ Συριανοῦ, μετὰ τὸ γενέσθαι τὰ τοσαῦτα καὶ τὰς κατὰ τῶν παρθένων ὕβρεις ἀποδεξάμενος τὰ οὕτω καὶ τὰ τοιαῦτα κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν νάσιον ἢ γινώσκοιεν ἐχθροὺς αὐτοῦ τυγχάνειν αὐτούς. αὐτὸς μὲν οὖν καὶ πρὶν ἐλθεῖν ταῦτα, ἐξ οὗ τῇ ἐκκλησίᾳ Συριανὸς ἐπῆλθεν, ἀναχωρήσας ἦν εἰδὼς τὸ γεγραμμένον· «ἀλλ' ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργή», τῶν δὲ γραμμάτων τούτων γίνεται διάκονος Ἡράκλειός τις τῷ ἀξιώματι κόμης προοδεύων τινὸς Γεωργίου τοῦ ἀποστελλομένου παρὰ τοῦ βασιλέως κατασκόπου· οὐ γὰρ ἂν εἴη ἐπίσκοπος ὁ παρ' ἐκείνου πεμπόμενος, μὴ γένοιτο, ὡς καὶ αὐτὰ τὰ γενόμενα καὶ τὰ προοίμια τῆς εἰσόδου δείκνυσι.

Intertext edge

Open linked passage

Note