Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
49.1.1
Τὰ μὲν οὖν γράμματα προὔθηκε δημοσίᾳ καὶ πολλὴν αἰσχύνην ἐδείκνυον τοῦ γράφοντος. ἐπειδὴ γὰρ, ὡς ἔγραψεν ὁ μέγας Ὅσιος, οὐχ ηὕρισκε πιθανὴν πρόφασιν τῆς ἑαυτοῦ μεταβολῆς, ἐπενόησε πολλῷ καὶ μᾶλλον ἀπρεπεστέραν ἑαυτῷ καὶ τοῖς τούτῳ 49. 2 συμβουλεύσασιν, ἔφησε γάρ· «τὴν πρὸς τὸν ἀδελφὸν αἰδούμενος φιλίαν τὸν τῆς θείας καὶ εὐσεβοῦς μνήμης ἐπὶ καιρὸν αὐτῷ τὴν ὡς ὑμᾶς γενέσθαι πάροδον ἠνεσχόμην». τοῦτο δὲ καὶ τὴν ἐπαγγελίαν ψευσάμενον καὶ πρὸς τὸν ἀδελφὸν μετὰ θάνατον ἀγνώμονα δείκνυσιν. εἶτα «θείας καὶ εὐσεβοῦς αὐτὸν μνήμης» ὡσπεροῦν καὶ ἔστιν ἄξιον ὀνομάζει, οὗ τὴν ἐντολὴν καὶ τὴν «φιλίαν αἰδεῖται», ὡς αὐτὸς ἔγραψε, καίτοι, εἰ καὶ διὰ τὸν μακαρίτην Κώνσταντα συγχωρήσας ἦν, ὤφειλε μὴ ἀκαθήκων περὶ τὸν ἀδελφὸν γενέσθαι, ἵν' ὥσπερ τῆς βασιλείας οὕτω καὶ τῆς γνώμης αὐτοῦ κληρονόμος γένηται.