Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Εὐστάθιός τις ἦν ἐπίσκοπος τῆς Ἀντιοχείας, ἀνὴρ ὁμολογητὴς καὶ τὴν πίστιν εὐ σεβής. οὗτος ἐπειδὴ πολὺς ἦν ζηλῶν ὑπὲρ τῆς ἀληθείας τήν τε ἀρειανὴν αἵρεσιν ἐμίσει καὶ τοὺς φρονοῦντας τὰ ἐκείνης οὐκ ἐδέχετο, διαβάλλεται Κωνσταντίνῳ τῷ βασιλεῖ πρόφασίς τε ἐπινοεῖται ὡς τῇ μητρὶ αὐτοῦ ποιήσας ὕβριν. καὶ εὐθὺς ἐξόριστος αὐτός τε γίνεται καὶ πολὺς σὺν αὐτῷ πρεσβυτέρων καὶ διακόνων ἀριθμός. καὶ λοιπὸν οὓς οὐκ 4. 2 ἐδέχετο διὰ τὴν ἀσέβειαν εἰς κλῆρον, τούτους μετὰ τὸ ἐξορισθῆναι τὸν ἐπίσκοπον οὐ μόνον εἰσήγαγον εἰς τὴν ἐκκλησίαν, ἀλλὰ καὶ τοὺς πλείστους ἐπισκόπους κατέστησαν, ἵν' ἔχωσι συνωμότας ἑαυτῶν εἰς τὴν ἀσέβειαν. ἐκ τούτων ἐστὶ Λεόντιος ὁ ἀπόκοπος ὁ νῦν ἐν Ἀντιο χείᾳ καὶ ὁ πρὸ αὐτοῦ Στέφανος Γεώργιός τε ὁ ἐν Λαοδικείᾳ καὶ ὁ γενόμενος ἐν Τριπόλει Θεοδόσιος Εὐδόξιός τε ὁ ἐν Γερμανικείᾳ καὶ Εὐστάθιος ὁ νῦν ἐν Σεβαστείᾳ.

Intertext edge

Open linked passage

Note