Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
50.1.1
Ἀλλὰ τὸν μὲν Βρετανίωνα καθεῖλεν ἐθελήσας τὸ δίκαιον ἀπαιτεῖν λέγων· «τίνι μετὰ θάνατον ἀδελφῶν ἡ κληρονομία γίγνεται;» διὰ δὲ τὴν μυσαρὰν αἵρεσιν τῶν χρι στομάχων οὔτε τὸ δίκαιον οἶδεν, ἀλλὰ καὶ πρὸς τοὺς ἀδελφοὺς ἀκαθήκων γίγνεται· δι' ἣν αἵρεσιν οὐδὲ τοῦ πατρὸς ὁλόκληρον τὴν γνώμην φυλάττειν ἐνενόησεν, ἀλλ' εἰς μὲν τὸ ἀρέσκον τοῖς ἀσεβέσι τοῦτο τηρεῖν ὑποκρίνεται, εἰς δὲ τὸ λυποῦν ἐκείνους οὐκ οἶδεν οὐδὲ 50. 2 τὸ πρὸς τὸν πατέρα σέβας φυλάξαι. ἀπέστειλε μὲν γὰρ ἐκεῖνος τὸν ἐπίσκοπον ἐκ διαβολῆς τῶν περὶ Εὐσέβιον εἰς τὰς Γαλλίας ἐπὶ καιρὸν διὰ τὴν τῶν ἐπιβουλευόντων ὠμότητα– τοῦτο γὰρ ὁ μακαρίτης Κωνσταντῖνος ὁ τούτου ἀδελφὸς μετὰ θάνατον τοῦ πατρὸς ἐδήλωσεν ὡς ἐκ τῶν γραμμάτων αὐτοῦ δείκνυται–, οὐκ ἐπείσθη δὲ τοῖς περὶ Εὐσέβιον ἀποστεῖλαι ὃν ἤθελον ἐπίσκοπον αὐτοί, ἀλλὰ καὶ θέλοντας ἐκώλυσε καὶ ἐπι χειρήσαντας ἐπέσχε μετὰ δεινῆς ἀπειλῆς.