Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
51.1.1
Πῶς οὖν, εἰ τὰ τοῦ ἑαυτοῦ γεννήτορος, ὡς γράφει, φυλάττειν ἤθελεν, ἀπέστειλε τὸ μὲν πρῶτον Γρηγόριον καὶ νῦν δὲ τὸν ταμειοφάγον Γεώργιον; ἢ διὰ τί τοὺς Ἀρειανούς, οὓς ἐκεῖνος Πορφυριανοὺς ὠνόμασε, τούτους οὗτος εἰς τὴν ἐκκλησίαν εἰσαγαγεῖν σπου δάζει καὶ τούτων προιστάμενος ἄλλους ἐξορίζει; εἰ δὲ καὶ ἑώρακεν Ἄρειον ὁ πατὴρ αὐτοῦ, ἀλλ' ἐπιορκήσας Ἄρειος καὶ ῥαγεὶς ἔλυσε τὴν τοῦ πατρὸς φιλανθρωπίαν· καὶ
51.2.1
γὰρ καὶ αὐτὸς μαθὼν ὡς αἱρετικοῦ κατέγνω λοιπόν. πῶς δὲ καὶ προφασιζόμενος φροντίζειν τοῦ ἐκκλησιαστικοῦ κανόνος πάντα παρὰ τοῦτον ἐπενόησε πράττειν; ποῖος γὰρ κανὼν ἀπὸ παλατίου πέμπεσθαι τὸν ἐπίσκοπον; ἢ ποῖος κανὼν στρατιώτας ἐπι βαίνειν ἐκκλησίαις; ἢ τίς παραδέδωκε κόμητας καὶ τοὺς ἀλογίστους σπάδοντας κατάρχειν τῶν ἐκκλησιαστικῶν καὶ διατάγματι τὴν κρίσιν τῶν λεγομένων ἐπισκόπων δηλοῦσθαι; πάντα ψεύδεται διὰ τὴν ἀνόσιον αἵρεσιν· καὶ γὰρ παρὰ γνώμην τοῦ πατρὸς καὶ τότε 51. 3 Φιλάγριον τὸ δεύτερον ἔπεμψεν ἔπαρχον καὶ τὰ νῦν γενόμενα γέγονε. καὶ διὰ τὸν ἀδελφὸν δὲ οὐκ ἀληθεύει. καὶ γὰρ καὶ μετὰ τὸν ἐκείνου θάνατον οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ τρίτον ἔγραψε τῷ ἐπισκόπῳ. καὶ πάλιν ἐπηγγείλατο μὴ μεταβάλλεσθαι, ἀλλὰ καὶ θαρρεῖν παρεκελεύσατο, ὥστε παρὰ μηδενὸς αὐτὸν ταράττεσθαι, ἀλλὰ καὶ 51. 4 μένειν ἐν τῇ ἐκκλησίᾳ μετὰ πάσης ἀμεριμνίας. καὶ ἐντολὰς δὲ δι' Ἀστερίου κόμητος καὶ Παλλαδίου νοταρίου ἔπεμψε Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι.