Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
52.1.1
Διὰ τοῦτο γὰρ καὶ ὅτε Διογένης ἦλθε καὶ Συριανὸς ἐνήδρευσεν, αὐτοί τε καὶ ἡμεῖς 52. 1 καὶ ὁ λαὸς ἀπῃτοῦμεν γράμματα βασιλέως νομίζοντες, ὅτι, ὥσπερ γέγραπται, «μηδὲν ψεῦδος ἀπὸ στόματος λεγέσθω βασιλεῖ» οὕτω καὶ βασιλεὺς ἐπαγγειλάμενος οὔτε ψεύσεται 52. 2 οὔτε μεταβληθήσεται. πῶς οὖν, εἰ διὰ τὸν ἀδελφὸν συνεχώρησεν, ἔγραψε καὶ μετὰ θάνατον αὐτοῦ; εἰ δὲ καὶ τότε διὰ τὴν ἐκείνου μνήμην ἔγραψε, διὰ τί μετὰ ταῦτα τὸ ὅλον ἠγνωμόνησεν αὐτὸν διώκων τὸν ἄνθρωπον καὶ τοιαῦτα γράφων, ἐν οἷς προφα σίζεται μὲν κρίσιν ἐπισκόπων, πράττει δὲ αὐτός, ὡς ἂν αὐτῷ δοκῇ, οὐ λανθάνων ὅμως, 52. 3 ἀλλὰ καὶ ἐγγὺς ἔχων τὸν ἔλεγχον τῆς πανουργίας; εἰ γὰρ ἐπισκόπων ἐστὶ κρίσις, τί κοινὸν ἔχει πρὸς ταύτην βασιλεύς; εἰ δὲ βασιλέως ἐστὶν ἀπειλή, τίς ἐνταῦθα χρεία τῶν λεγομένων ἐπισκόπων; πότε γὰρ ἐκ τοῦ αἰῶνος ἠκούσθη τοιαῦτα; πότε κρίσις ἐκκλησίας παρὰ βασιλέως ἔσχε τὸ κῦρος ἢ ὅλως ἐγνώσθη τοῦτο τὸ κρῖμα; πολλαὶ σύνοδοι πρὸ τούτου γεγόνασι, πολλὰ κρίματα τῆς ἐκκλησίας γέγονεν, ἀλλ' οὔτε οἱ πατέρες ἔπεισάν ποτε περὶ τούτων βασιλέα οὔτε βασιλεὺς τὰ τῆς ἐκκλησίας περιειργάσατο.
52.4.1
Παῦλος ἀπόστολος εἶχε φίλους τοὺς τῆς τοῦ Καίσαρος οἰκίας καὶ γράφων ἠσπάζετο τοὺς Φιλιππησίους ἀπὸ τούτων, ἀλλ' οὐκ εἰς κρίματα τούτους κοινωνοὺς παρελάμ 52. 5 βανε. νῦν δὲ θέαμα καινὸν καὶ τοῦτο τῆς ἀρειανῆς αἱρέσεώς ἐστιν εὕρημα. συνῆλθον γὰρ αἱρετικοὶ καὶ βασιλεὺς Κωνστάντιος, ἵνα κἀκεῖνος τὴν ἐπισκόπων ἔχων πρόφασιν τῇ ἐξουσίᾳ καθ' ὧν ἂν ἐθέλοι πράττῃ καὶ διώκων μὴ λέγηται διώκτης. καὶ οὗτοι δὲ τὴν βασιλέως ἔχοντες δυναστείαν ἐπιβουλεύωσιν οἷς ἂν ἐθέλωσι· θέλουσι δὲ τοῖς μὴ 52. 6 ἀσεβοῦσιν ὡς αὐτοί. τοῦτο δὲ ὡς ἐπὶ σκηνῆς ἄν τις ἴδοι κωμῳδούμενον παρ' αὐτοῖς, καὶ τοὺς μὲν λεγομένους ἐπισκόπους ὑποκρινομένους, τὸν δὲ Κωνστάντιον τὰ ἐκείνων ἐνεργοῦντα καὶ πάλιν ἐπαγγελλόμενον μὲν τοῦτον, ὡς Ἡρώδης τῇ Ἡρωδιάδι, τούτους δὲ πάλιν ὀρχουμένους τὰς διαβολὰς ἐπὶ ἐξορισμῷ καὶ θανάτῳ τῶν εἰς τὸν κύριον εὐσε βούντων.

Intertext edge

Open linked passage

Note