Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
53.1.1
Τίνα οὖν οὐκ ἔβλαψαν διαβάλλοντες; τίνων οὐ γεγόνασιν ἐπίβουλοι οἱ χριστο μάχοι; τίνα Κωνστάντιος οὐκ ἐξώρισε κατενεχθέντα παρ' αὐτῶν; πότε καταθυμίως αὐτῶν οὐκ ἤκουσε; καὶ τὸ παράδοξον τίνα πώποτε λέγοντα κατ' ἐκείνων ἐδέξατο καὶ οὐ μᾶλλον λέγοντας ἐκείνους, οἷα κἂν εἴπωσιν, ἀπεδέξατο; ποία ἐκκλησία νῦν μετ' ἐλευ θερίας τὸν Χριστὸν προσκυνεῖ; ἄν τε γὰρ εὐσεβὴς ᾖ, κινδυνεύει, ἄν τε ὑποκρίνηται, 53. 2 φοβεῖται. πάντα ὑποκρίσεως καὶ ἀσεβείας, ὅσον εἰς αὐτὸν ἧκε, πεπλήρωκεν. εἰ γὰρ καί πού τίς ἐστιν εὐσεβὴς καὶ φιλόχριστος (εἰσὶ δὲ πανταχοῦ πολλοὶ τοιοῦτοι ὡς οἱ προφῆται καὶ Ἠλίας ὁ μέγας), κρύπτονται, ἄν που καὶ αὐτοὶ ὡς τὸν Ἀβδιοῦ πιστὸν ἄνθρωπον εὕρωσι καὶ ἢ εἰς σπήλαιον καὶ τὰς ὀπὰς τῆς γῆς ἀπέλθωσιν ἢ ἐπ' ἐρημίαις 53. 3 περιερχόμενοι διατρίψωσι. τοιαῦτα γὰρ διαβάλλουσιν οἱ ἄφρονες, οἷα καὶ ἡ Ἰεζάβελ ἐπλάσατο κατὰ τοῦ Ναβουθαὶ καὶ οἱ Ἰουδαῖοι κατὰ τοῦ σωτῆρος, καὶ λοιπὸν ἐκεῖνος προστάτης τῆς αἱρέσεως ὢν τήν τε ἀλήθειαν μεταστρέψαι θέλων ὡς ὁ Ἀχαὰβ τὸν ἀμ πελῶνα εἰς κῆπον λαχανίας, ἃ θέλουσιν ἐκεῖνοι πράττει, ἐπεὶ καὶ αὐτὸς ἅπερ ἤθελεν ἤκουσε παρ' αὐτῶν.