Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
54.1.1
Οὕτω, καθὰ προεῖπον, τοὺς ἀληθινοὺς ἐπισκόπους, ἐπεὶ μὴ ἠσέβουν ὡς ἤθελεν αὐτός, ἐξώρισεν, οὕτως καὶ κατὰ Ἀθανασίου νῦν ἀπέστειλεν Ἡράκλειον τὸν κόμητα καὶ τὰ μὲν διατάγματα προέθηκε δημοσίᾳ, ἐντολὰς δὲ βασιλέως ἀπήγγειλεν, εἰ μὴ πεισθεῖεν τοῖς γράμμασιν, ἀφαίρεσιν τοῦ ἄρτου καὶ τῶν εἰδώλων ἔσεσθαι καταστροφὴν πολλῶν 54. 2 τε πολιτευτῶν καὶ τῶν ἀπὸ τοῦ δήμου πάντως αἰχμαλωσίαν γενήσεσθαι. εἶτα ταῦτα ἀπειλῶν οὐκ ᾐσχύνθη δημοσίᾳ μεγάλῃ τῇ φωνῇ λέγειν· «τὸν μὲν Ἀθανάσιον παραι 54. 3 τεῖται βασιλεύς, τοῖς δὲ Ἀρειανοῖς τὰς ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον ἐρυθριᾶν, ὁ δὲ μᾶλλον ἠνάγκαζε βουλευτὰς καὶ δημότας ἐθνικοὺς νεωκόρους τῶν εἰδώλων ἐπὶ τούτοις ὑπογράφειν καὶ ὁμολογεῖν, δέχεσθαι ὃν 54. 4 ἂν ἀποστείλῃ βασιλεὺς ἐπίσκοπον. πάνυ γε κανόνας ἐκκλησίας ἐκδικῶν ἐποίει τοῦτο γενέσθαι Κωνστάντιος. ἀντὶ γὰρ ἐκκλησίας τὴν ἀγοράν, ἀντὶ τῶν λαῶν τοὺς νεω κόρους ἀπῄτει γράμματα· ἐγίγνωσκε γὰρ οὐκ ἐπίσκοπον αὐτὸν Χριστιανοῖς, ἀλλά τινα φιλοπράγμονα πέμπειν αὐτοῖς τοῖς γράφουσιν.

Intertext edge

Open linked passage

Note