Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
55.1.1
Ἕλληνες μὲν οὖν ὥσπερ ὠνούμενοι τῇ ὑπογραφῇ τὴν τῶν εἰδώλων ἑαυτῶν ἀσυλίαν καί τινες τῶν ἐργασιῶν ἄκοντες μέν, ἔγραψαν δὲ ὅμως ὡς περὶ ἡγεμόνος ἢ ἄλλου τινὸς ἀπο στελλομένου δικαστοῦ διὰ τὰς παρ' ἐκείνου λεγομένας ἀπειλάς. τί γὰρ ἔμελλον Ἕλληνες 55. 2 ὄντες ποιεῖν ἢ τοῦθ' ὅπερ δοκεῖ τῷ βασιλεῖ; τῶν δὲ λαῶν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ συν ελθόντων (τετάρτη γὰρ ἦν σαββάτου) λαμβάνει μεθ' ἑαυτοῦ τῇ ἑξῆς Ἡράκλειος ὁ κόμης τὸν ἔπαρχον τῆς Αἰγύπτου Καταφρόνιον καὶ Φαυστῖνον τὸν καθολικὸν τόν τε Βιθυνὸν αἱρετικὸν ὄντα καὶ παροξύνουσι τῶν ἀγοραίων τοὺς νεωτέρους καὶ σεβομένους εἴδωλα, ταύτην ἐντολὴν εἶναι βασιλέως λέγοντες, ἵν' ἐπέλθωσι τῇ ἐκκλησίᾳ καὶ λιθάσωσι τοὺς 55. 3 λαούς. ἤδη μὲν οὖν ἦσαν οἱ πλεῖστοι τοῦ λαοῦ γενομένης ἀπολύσεως ἐξελθόντες, γυ ναικῶν δὲ ὀλίγων ἀπομεινασῶν γέγονεν ὡς προσέταξαν. καὶ θέαμα οἰκτρὸν ἦν· ἄρτι γὰρ ἦσαν ἀπὸ τῆς εὐχῆς ὀλίγαι καθεζόμεναι, καὶ γυμνοὶ μετὰ λίθων εὐθὺς καὶ ξύλων ἐπῆλθον οἱ νεώτεροι καὶ τὰς μὲν ἐλίθαζον, τὰ δὲ τῶν παρθένων ἅγια σώματα κατέκοπτον πληγαῖς οἱ ἄθεοι εἷλκόν τε τὰ σκεπάσματα καὶ τὰς κεφαλὰς αὐτῶν ἐγύμνουν καὶ ἀνθελκούσας ἐλάκτι 55. 4 ζον τοῖς ποσὶν οἱ δείλαιοι. δεινὰ μὲν οὖν ταῦτα καὶ λίαν ἐστὶ δεινά, ἀλλὰ τὰ μετὰ ταῦτα δεινότερα καὶ πάσης ὕβρεως ἀφορητότερα γέγονεν. εἰδότες γὰρ τὸ σεμνὸν τῶν παρθένων καὶ τὸ τῆς ἀκοῆς ἄχραντον, καὶ ὅτι μᾶλλον λίθους καὶ ξίφη ἢ τὰ τῆς αἰσχρορημοσύνης φέρειν δύνανται ῥήματα, τούτοις ἐχρῶντο κατ' αὐτῶν ἐπερχόμενοι. Ἀρειανοὶ δὲ ταῦτα τοῖς νεωτέροις ὑπέβαλλον, καὶ γὰρ ἐγέλων τούτων λεγομένων καὶ γιγνομένων. καὶ αἱ μὲν ἅγιαι παρθένοι καὶ ἄλλαι σεμναὶ γυναῖκες ὡς ἀσπίδων δήγματα τὰ τοιαῦτα φθέγματα ἔφευ γον, οἱ δὲ χριστομάχοι συνήργουν, τάχα δὲ καὶ συνεφθέγγοντο τοῖς νεωτέροις· καὶ γὰρ ἥδοντο τοῖς παρ' ἐκείνων ἐκβαλλομένοις μετὰ ἀσελγείας ῥήμασιν.

Intertext edge

Open linked passage

Note