Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
56.1.1
Εἶτα ὡς τὸ ὅλον τῆς ἐντολῆς πληροῦντες (τοῦτο γὰρ ἦν τὸ σπουδαζόμενον, τοῦτο καὶ κόμης καὶ ὁ καθολικὸς παρήγγελλον), ἁρπάσαντες τὰ συμψέλλια καὶ τὸν θρόνον καὶ τὴν τράπεζαν (ξυλίνη γὰρ ἦν) καὶ τὰ βῆλα τῆς ἐκκλησίας τά τε ἄλλα, ὅσα ἠδυνήθησαν, ἐξενέγκαντες ἔκαυσαν ἔμπροσθεν τοῦ πυλῶνος ἐν τῇ πλατείᾳ τῇ μεγάλῃ καὶ λίβανον ἐπέβαλον.
56.2.1
ὦ τίς ἀκούσας οὐ δακρύσειε, τάχα καὶ τὴν ἀκοὴν κλείσειεν, ἵνα μηδὲ ἑτέρου λέγοντος ἀνέχηται βλάβην ἡγούμενος καὶ τὸ μόνον ἀκοῦσαί τι τοιοῦτον; τά τε γὰρ εἴδωλα ἑαυτῶν εὐφήμουν καὶ ἔλεγον· «Ἕλλην γέγονε Κωνστάντιος καὶ οἱ Ἀρειανοὶ τὰ ἡμῶν ἐπέγνωσαν». οὐ φροντίζουσι γὰρ οὐδὲ Ἑλληνισμὸν ὑποκρίνασθαι, ἵνα μόνον ἡ αἵρεσις ἔχῃ τὴν σύστα 56. 3 σιν. καὶ γὰρ καὶ βοίδιον ἐπαντλοῦν τοὺς κηπευομένους ἐν τῷ Καισαρείῳ τόπους ἐπεχεί ρησαν ἐπιθῦσαι, καὶ ἔθυσαν ἂν, εἰ μὴ θῆλυ τοῦτο ἦν· τὰ τοιαῦτα γὰρ ἔλεγον μὴ ἐξεῖναι παρ' αὐτοῖς θύεσθαι.