Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
57.1.1
Τοιαῦτα μὲν οὖν οἱ δυσσεβεῖς Ἀρειανοὶ νομίζοντες εἰς ἡμῶν ὕβριν ταῦτα φθάνειν μετὰ 57. 1 τῶν Ἑλλήνων ἔπραττον. θεία δὲ δίκη τὴν πονηρίαν τούτων ἤλεγξε καὶ σημεῖόν τι μέγα καὶ ἐξαίρετον εἰργάσατο δεικνύουσα καὶ διὰ τούτου πᾶσι φανερῶς, ὅτι ὥσπερ ἀσεβοῦντες οὐκ εἰς ἄλλον ἀλλ' εἰς τὸν κύριον τολμῶσιν, οὕτω ταῦτα ποιοῦντες εἰς αὐτοῦ πάλιν ὕβριν ἐπεχείρησαν πρᾶξαι· καὶ τοῦτο μᾶλλον ἐκ τοῦ γενομένου θαύματος φανερωτέραν ἔσχε τὴν 57. 2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορνικὸν ἀπήχησεν ὁ ἄθλιος. εἶτα ἀναστὰς ἐβιάζετο τὸν θρόνον ἀποσπᾶν καὶ πρὸς ἑαυτὸν ἕλκειν, ἠγνόει δὲ καθ' ἑαυτοῦ τὴν δίκην ἐπισπώμενος.
57.3.1
ὡς γὰρ οἱ τότε τὴν Ἄζωτον κατοικοῦντες τολμήσαντες ἅψασθαι τῆς κιβωτοῦ, ᾗ κἂν προσβλέψαι θέμις οὐκ ἦν αὐτοῖς, παρ' αὐτῆς εὐθὺς ἀπώλλυντο πρότερον διαφθειρόμενοι ταῖς βασάνοις τὰς ἕδρας, οὕτως καὶ οὗτος ὁ ἄθλιος μόνον ἐτόλμησεν ἕλκειν καί, ὅπερ εἷλκεν εἰς ἑαυτὸν ἐπεσπάσατο, καὶ ὡς ἀντιπεμπούσης τῆς δίκης τὸ ξύλον ἐν αὐτῷ τὴν ἰδίαν κοιλίαν ἔπληξε, καὶ ἀντὶ τοῦ θρόνου τῇ πληγῇ τὰ ἴδια ἐξήνεγκεν ἔντερα, καὶ μᾶλλον ὁ θρόνος 57. 4 ἐκείνου τὸ ζῆν ἀπέσπασεν ἢ αὐτὸς ἀπεσπάσθη παρ' ἐκείνου. ἐξεχύθη γοῦν, ὡς γέγραπται κατὰ τὸν Ἰούδαν, τοῖς σπλάγχνοις καὶ καταπεσὼν ἐβαστάχθη καὶ μετὰ μίαν ἡμέραν ἀπώλετο. καὶ ἕτερος δὲ μετὰ θαλλῶν εἰσελθὼν καὶ ὡς Ἕλλην κινῶν αὐτὰ τῇ χειρὶ καὶ χλευάζων εὐθὺς ἐσκοτώθη καὶ οὐκ ἔβλεπεν οὐδὲ ἐγίνωσκεν ἔτι λοιπόν, ὅποι γῆς ἐτύγχανε· μέλλων τε καὶ αὐτὸς καταπίπτειν χειραγωγούμενος ὑπὸ τῶν συνόντων καὶ ὑποβαστα ζόμενος ἐξήρχετο καὶ αὐτός, μόγις μεθ' ἡμέραν διανήψας καὶ οὐ γινώσκων, οὔτε τί πεποίηκεν οὔτε τί πέπονθεν ὁ τολμηρός.

Intertext edge

Open linked passage

Note