Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
58.1.1
Ταῦτα βλέποντες Ἕλληνες μὲν ἐφοβήθησαν καὶ οὐδὲν πλέον ἐτόλμησαν, Ἀρειανοὶ δὲ οὐδὲ οὕτως ᾐσχύνθησαν, ἀλλ' ὡς Ἰουδαῖοι σημεῖα βλέποντες οὐκ ἐπίστευον οἱ ἄπιστοι. μᾶλλον γὰρ ἐσκληρύνοντο κατὰ τὸν Φαραὼ τὰς ἐλπίδας ἔχοντες καὶ αὐτοὶ κάτω που 58. 2 κειμένας ἐν τῷ βασιλεῖ καὶ ἐν τοῖς εὐνούχοις αὐτοῦ. τοὺς μὲν οὖν Ἕλληνας, μᾶλλον δὲ τῶν Ἑλλήνων τοὺς ἐκβλητοτέρους τὰ προειρημένα ποιεῖν ἐπέτρεπον· εἶχον γὰρ τὸν ὑπο κρινόμενον αὐτοῖς τὰ τοιαῦτα καὶ παροξύνοντα τοὺς Ἕλληνας Φαυστῖνον, τὸν καθολικὸν μὲν λεγόμενον, ἀγοραῖον δὲ τὸν τρόπον καὶ ἀσελγῆ τὴν ψυχήν. αὐτοὶ δὲ τὰ ὅμοια τού τοις ἀνεδέξαντο δι' ἑαυτῶν ποιεῖν, ἵν', ὥσπερ τὴν αἵρεσιν ἀπὸ τῶν ἄλλων αἱρέσεων
58.3.1
ἀπεμάξαντο, οὕτω καὶ τὴν πονηρίαν μετὰ τῶν ἀσελγεστέρων ἔχωσι μεμερισμένην. τὰ μὲν οὖν ἄλλα δι' ἐκείνων, καθὰ προεῖπον, ἔπραττον, ἃ δὲ δι' ἑαυτῶν ἐπλημμέλουν, πῶς οὐ πᾶσαν ὑπερβάλλει πονηρίαν καὶ παντὸς δημίου νικᾷ κακίαν; ποῖον γὰρ οἶκον οὐκ ἐπόρθη σαν; ποίαν οἰκίαν προφάσει τοῦ ἐρευνᾶν οὐ διήρπασαν; ποῖον κῆπον οὐ κατεπάτησαν καὶ τάφον οὐκ ἐπήνοιξαν; πρόφασιν μὲν ὡς Ἀθανάσιον ἐπιζητοῦντες προβαλλόμενοι, τὸ δ' ὅλον ἦν αὐτοῖς σπουδαζόμενον διαρπάζειν καὶ σκυλεύειν τοὺς ἀπαντῶντας. πόσων ἐπεσφραγίσθησαν οἶκοι; πόσων τὰ ἐν ταῖς ξενίαις ἐκδεδώκασι τοῖς ὑπουργοῦσιν αὐτοῖς στρατιώταις; τίς τούτων ἀπείρατος τῆς κακίας γέγονε; τίς τούτοις ἀπαντήσας οὐκ ἐκρύβη κατὰ τὴν ἀγοράν; τίς διὰ τούτους οὐ καταλείψας τὴν οἰκίαν ἐπὶ τῆς ἐρημίας διῆγε τὴν 58. 4 νύκτα; τίς τούτων χάριν φυλάξαι τὰ ἴδια σπεύδων οὐκ ἀπώλεσε τὰ πλεῖστα; τίς ἄπειρος θαλάττης οὐ μᾶλλον εἵλετο ταύτην καὶ τῶν ταύτης κινδύνων πεῖραν λαβεῖν ἢ τούτους ὁρᾶν ἀπειλοῦντας; πολλοὶ καὶ οἴκους μετῆλθον καὶ μετέστησαν ἀπὸ λαύρας εἰς λαῦραν καὶ ἀπὸ τῆς πόλεως εἰς τὰ προάστεια. πόσοι τε ζημίας πόσας ὑπέστησαν καὶ μὴ ἔχοντες ἐδανείσαντο παρ' ἑτέρων, ἵνα μόνον τὰς ἐπιβουλὰς τούτων ἐκφύγωσι;