Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
59.1.1
Πᾶσι γὰρ φοβεροὺς ἑαυτοὺς ἐδείκνυον καὶ πρὸς πάντας ἠλαζονεύοντο, βασιλέα πᾶσιν ὀνομάζοντες καὶ ἀπειλοῦντες μὲν τὸν ἐκείνου φόβον, ἔχοντες δὲ ὑπουργοὺς εἰς τὴν πονηρίαν τὸν δοῦκα Σεβαστιανόν, Μανιχαῖον ὄντα καὶ ἀσελγῆ νεώτερον, καὶ τὸν ἔπαρχον καὶ 59. 2 τὸν κόμητα καὶ ὑποκριτὴν τὸν καθολικόν. πολλὰς γοῦν παρθένους καταγνούσας αὐ τῶν τῆς ἀσεβείας καὶ τὴν ἀλήθειαν ἐπιγνούσας κατήνεγκαν ἀπὸ τῶν οἰκιῶν καὶ ἄλλας περι πατούσας ὕβριζον καὶ ἐποίουν ὑπὸ τῶν παρ' αὐτοῖς νεωτέρων γυμνοῦσθαι τὰς κεφαλὰς 59. 3 αὐτῶν· καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδόν, αἱ δὲ ὥσπερ μαινάδες καὶ ἐρινύες περιερχόμεναι συμφορὰν ἡγοῦντο τὸ μὴ εὑρίσκειν ἀδικεῖν καὶ τὴν ἡμέραν ἐκείνην μετὰ λύπης διῆγον, ἐν ᾗ μὴ ἠδύναντο κακοποιεῖν. καὶ ὅλως οὕτως ἦσαν πᾶσιν ἄγριοι καὶ πικροὶ ὥστε δημίους φονευτὰς ἀθεμίτους φιλοπράγμονας κακούργους καὶ πάντα μᾶλλον αὐτοὺς ἢ Χριστιανοὺς παρὰ πάντων καλεῖσθαι.

Intertext edge

Open linked passage

Note