Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
Ἆρ' οὖν μέχρι τούτων ἔστησαν; οὐχί· καὶ γὰρ καὶ Εὐτρόπιος ὁ ἐν Ἀδριανουπόλει γενόμενος ἐπίσκοπος, ἀνὴρ ἀγαθὸς καὶ ἐν πᾶσι τέλειος, ἐπειδὴ πολλάκις τὸν Εὐσέβιον ἤλεγξε τοῖς τε διοδεύουσι συνεβούλευε μὴ πείθεσθαι τοῖς ἀσεβέσιν Εὐσεβίου ῥήμασι, τὰ αὐτὰ τῷ Εὐσταθίῳ πάσχει καὶ τῆς πόλεως καὶ τῆς ἐκκλησίας ἐκβάλλεται. Βασιλίνα γὰρ 5. 2 ἦν ἡ πάνυ κατ' αὐτοῦ σπουδάζουσα. Εὐφρατίων γὰρ ὁ ἐν Βαλανέαις καὶ Κυμάτιος ὁ ἐν Παλτῷ καὶ Καρτέριος [ἕτερος] ὁ ἐν Ἀνταράδῳ καὶ ὁ ἐν Γάζῃ Ἀσκληπᾶς καὶ Κῦρος ὁ ἐν Βεροίᾳ τῆς Συρίας καὶ Διόδωρος ὁ ἐν Ἀσίᾳ καὶ Δομνίων ὁ ἐν Σιρμίῳ καὶ Ἑλλανικὸς ὁ ἐν Τριπόλει μόνον ἐγνώσθησαν μισοῦντες τὴν αἵρεσιν, καὶ τοὺς μὲν μετὰ προφάσεως, τοὺς δὲ χωρὶς ταύτης βασιλικοῖς γράμμασι μεταστήσαντες τῆς τε πόλεως ἐκβαλόντες ἑτέρους ἀντ' αὐτῶν, οὓς ἐγίνωσκον ἀσεβοῦντας, εἰς τὰς ἐκείνων ἐκκλησίας κατέστησαν.