Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
60.1.1
Καὶ γὰρ καὶ τοὺς Σκύθας μιμούμενοι ἥρπασαν Εὐτύχιον ὑποδιάκονον, ἄνδρα καλῶς ὑπηρετοῦντα τῇ ἐκκλησίᾳ, καὶ ποιήσαντες εἰς τὰ νῶτα ταυρείαις ἴσα θανάτῳ κατακοπῆναι ἠξίωσαν εἰς μέταλλον ἀποσταλῆναι, καὶ μέταλλον οὐχ ἁπλῶς, ἀλλ' εἰς 60. 2 τὸ τῆς Φαινώ, ἔνθα καὶ φονεὺς καταδικαζόμενος ὀλίγας ἡμέρας μόγις δύναται ζῆσαι. καὶ τὸ παράδοξον οὐδὲ κἂν ὀλίγας ὥρας ἐπέτρεψαν αὐτὸν θεραπευθῆναι διὰ τὰς πληγάς, ἀλλ' εὐθὺς ἐποίησαν ἀποσταλῆναι φάσκοντες· «εἰ τοῦτο γένηται, πάντες φοβηθήσονται καὶ μεθ' ἡμῶν ἔσονται λοιπόν». οὐ πολὺ δὲ διέστη καὶ μὴ δυνηθεὶς εἰς τὸ 60. 3 μέταλλον φθάσαι διὰ τὸν πόνον τῶν πληγῶν ἀπέθανεν ἐν τῇ ὁδῷ. καὶ ὁ μὲν ἐτελεύτα χαίρων ἔχων τὸ καύχημα τοῦ μαρτυρίου, οἱ δὲ ἀσεβεῖς οὐδὲ οὕτως ᾐσχύνοντο, κατὰ δὲ τὸ γεγραμμένον «ἀνελεήμονα σπλάγχνα ἔχοντες» καὶ τοῦτο μελετήσαντες σατανικόν τι πάλιν πεποιήκασιν. ἀξιούντων γὰρ τῶν λαῶν διὰ τὸν Εὐτύχιον καὶ δεομένων περὶ αὐτοῦ πε ποιήκασιν ἁρπασθῆναι καλοὺς καὶ ἐλευθέρους ἄνδρας τέσσαρας, Ἑρμείαν λούοντα τοὺς ἀνεξόδους καὶ πάνυ γε τούτους πληγαῖς κατακόψας ἐνέβαλεν εἰς τὸ δεσμωτήριον ὁ δούξ.
60.4.1
ἀλλ' οἱ Ἀρειανοὶ καὶ Σκυθῶν ὠμότεροι τυγχάνοντες, ἐπεὶ ἑωράκασι μὴ τελευτήσαντας ἐκείνους ἀπὸ τῶν πληγῶν, ἐμέμφοντο καὶ ἠπείλουν· «γράφομεν» λέγοντες «τοῖς εὐνούχοις, ὅτι μὴ μαστίζεις ὡς θέλομεν ἡμεῖς». ἐκεῖνός τε ἀκούσας καὶ φοβηθεὶς ἠναγκάσθη 60. 5 καὶ δεύτερον τύψαι τοὺς ἀνθρώπους. καὶ οἱ μὲν τυπτόμενοι εἰδότες, διὰ τί τύπτονται καὶ παρὰ τίνων διεβλήθησαν, οὐδὲν ἕτερον ἔλεγον ἤ· «διὰ μὲν τὴν ἀλήθειαν τυπτόμεθα, οὐ κοινωνοῦμεν δὲ τοῖς αἱρετικοῖς· τύπτε λοιπόν, ὡς θέλεις, καί σε μέλλει διὰ τοῦτο κρίνειν ὁ θεός». οἱ μὲν οὖν ἀσεβεῖς ἤθελον αὐτοὺς καὶ ἐν τῷ δεσμωτηρίῳ κινδυνεῦσαι καὶ ἀποθανεῖν, ὁ δὲ τοῦ θεοῦ λαὸς εἰδὼς τὸν καιρὸν ἠξίωσαν καὶ μεθ' ἡμέρας ἑπτά που ἢ καὶ πλέον ἀπ ελύθησαν.