Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
61.1.1
Οἱ δὲ ὥσπερ λυπηθέντες ἕτερόν τι πάλιν ὠμότερον καὶ ἀνόσιον ποιεῖν ἐπεχείρησαν, ὠμὸν μὲν πρὸς πάντας, ἁρμόζον δὲ τῇ χριστομάχῳ αὐτῶν αἱρέσει. ὁ μὲν γὰρ κύριος ἐνετεί λατο τῶν πτωχῶν μνημονεύειν «καὶ πωλήσατε», λέγων, «τὰ ὑπάρχοντα καὶ δότε ἐλεημο σύνην» καὶ «ἐπείνων καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψων, καὶ ἐποτίσατέ με. ἐφ' ὅσον γὰρ 61. 2 ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων, ἐμοὶ ἐποιήσατε». οὗτοι δὲ ὡς τῷ ὄντι κατὰ Χριστοῦ φρονοῦντες καὶ ἐν τούτοις ἀντιπρᾶξαι τῷ βουλήματι αὐτοῦ τετολμήκασι. τοὺς γὰρ δεομέ νους καὶ τὰς χήρας, ἐπειδὴ τὰς ἐκκλησίας παραδέδωκεν ὁ δοὺξ τοῖς Ἀρειανοῖς, καὶ ἐν αὐταῖς διατρίβειν οὐκ ἠδύναντο, καθεζομένας, ἐν οἷς ὥρισαν αὐταῖς τόποις οἱ πεπιστευμένοι τὰς χήρας κληρικοί, ἐπειδὴ ἔβλεπον τοὺς ἀδελφοὺς προθύμως ἐπιδιδόντας αὐταῖς καὶ τρέφοντας τὰς χήρας, αὐτάς τε κατὰ τῶν ποδῶν τύπτοντες ἐδίωκον καὶ τοὺς παρέχοντας διέβαλλον 61. 3 τῷ δουκί. καὶ τοῦτο ἐγίγνετο μὲν διὰ Δυναμίου τινὸς στρατιώτου, φίλον δὲ ἦν τοῦτο Σεβαστιανῷ· παρὰ Μανιχαίοις γὰρ ἔλεος οὐκ ἔστιν, ἀλλὰ καὶ ἐχθρόν ἐστι παρ' αὐτοῖς τὸ ἐλεεῖν πένητα. ἦν τοίνυν καινὴ μέμψις καὶ δικαστήριον νῦν πρῶτον ἐπινοηθὲν παρ' αὐτῶν· ἐπὶ εὐεργεσίᾳ τις ἐκρίνετο, καὶ ὁ μὲν ἐλεῶν κατηγορεῖτο, ὁ δὲ εὐεργετούμενος ἐτύπτετο· 61. 4 καὶ μᾶλλον ἤθελον πεινᾶν τὸν πένητα ἢ τὸν βουλόμενον ἐλεεῖν παρέχειν. καὶ τοῦτο δὲ παρὰ τῶν παλαιῶν πάλιν Ἰουδαίων ἔμαθον νέοι ὄντες Ἰουδαῖοι καὶ αὐτοί· καὶ γὰρ κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺς δὲ εὖ παθόντας ὡς παραβάτας ἔκρινον.