Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
62.1.1
Τίς οὖν ἐπὶ τούτοις οὐκ ἐθαύμαζε; τίς οὐ κατηρᾶτο τὴν αἵρεσιν καὶ τοὺς ἐκδικοῦντας αὐτήν; τίς οὐκ ἐγίνωσκεν, ὅτι καὶ θηρίων ἀγριώτεροι τυγχάνουσιν οἱ Ἀρειανοί; οὐδὲ γὰρ οὐδὲ ὧν ἕνεκα ταῦτα ἐποίουν ἐκέρδαινον οἱ μιαροί, ἀλλὰ καὶ μᾶλλον τὸ καθ' ἑαυτῶν μῖσος παρὰ πᾶσιν ηὔξανον. ἐνόμιζον ἐξ ἐπιβουλῆς καὶ φόβου βιάζεσθαί τινας εἰς τὴν αἵρεσιν, 62. 2 ὥστε καὶ συνάγεσθαι μετ' αὐτῶν. ἀπέβαινε δὲ αὐτοῖς τὰ ἐναντία. οἱ μὲν γὰρ πάσχοντες ὡς μαρτύριον ὑπέφερον τὰ παρ' ἐκείνων γιγνόμενα καὶ οὔτε προεδίδουν οὔτε ἠρνοῦντο τὴν εἰς Χριστὸν εὐσέβειαν, οἱ δὲ θεωροῦντες ἔξωθεν αὐτούς, λοιπὸν δὲ καὶ οἱ Ἕλληνες βλέ ποντες ὡς ἀντιχρίστους ὡς δημίους κατηρῶντο· φιλόπτωχον γὰρ καὶ συμπαθὲς τὸ τῶν ἀνθρώπων γένος. οὗτοι δὲ καὶ τὸν ἀνθρώπων λογισμὸν ἀπώλεσαν. καὶ οἱ πάσχοντες ἂν ηὔξαντο παρ' ἑτέρων εὖ παθεῖν, αὐτοὶ τοῦτο παθεῖν τοὺς ἄλλους οὐκ ἐπέτρεπον ἔχοντες τὴν τῶν δικαστῶν καὶ μάλιστα τὴν παρὰ τοῦ δουκὸς ἐπιτριβὴν καὶ ἐξουσίαν.

Intertext edge

Open linked passage

Note