Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
63.1.1
Ἃ γὰρ καὶ τοῖς πρεσβυτέροις καὶ διακόνοις πεποιήκασι, καὶ πῶς αὐτοὺς ἐπὶ τοῦ δου κὸς καὶ τῶν δικαστῶν ἐφυγάδευσαν καταφέροντες ἐκ τῶν οἴκων τοὺς οἰκείους αὐτῶν διὰ τῶν στρατιωτῶν καὶ τοῦ στρατηγοῦ Γοργονίου καὶ πληγαῖς κατακόπτοντος, καὶ πῶς αὐτῶν (τό γε πάντων ὠμότερον) καὶ τῶν ἤδη τετελευτηκότων τοὺς ἄρτους μεθ' ὅσης ὕβρεως διήρπασαν, οὐκ ἔστιν οὐδὲ λόγῳ φράσαι νικώσης τῆς ὠμότητος αὐτῶν τὴν ἐκ τῶν λόγων 63. 2 διήγησιν. τί γὰρ ἄν τις εἰπὼν εἰρηκέναι δόξειεν; ἢ ποίου πρώτου μνημονεύσας, οὐχ εὑρίσκει τὰ δεύτερα δεινότερα, τῶν δευτέρων τὰ μετὰ ταῦτα; πάντα γὰρ αὐτῶν τὰ ἐπιχει ρήματα καὶ τὰ ἀσεβήματα φόνου καὶ ἀσεβείας πεπλήρωται. καὶ οὕτως εἰσὶ πανοῦργοι τὴν γνώμην καὶ ποικίλοι τὸν τρόπον, ὡς καὶ ἐπαγγελίᾳ προστασίας καὶ δόσει χρημάτων ἐπι χειρεῖν ἀπατᾶν, ἵν', ἐπεὶ μὴ ἐξ εὐλόγων ἔχουσι τὴν σύστασιν, κἂν ἐκ τούτων δόξωσι φαν τασίαν τινὰ τοῖς ἀκεραίοις ἐμποιεῖν.