Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
64.1.1
Τίς οὖν ἔτι τούτους κἂν ἐθνικοὺς καλέσειεν ἁπλῶς, μήτιγε Χριστιανούς; τίς τούτων τὸν τρόπον ἀνθρώπινον καὶ μὴ μᾶλλον τοῦτον θηριώδη ὑπολάβοι διά τε τὸ ὠμὸν καὶ τὸ ἄγριον τῆς πράξεως; καὶ γὰρ καὶ δημίων εἰσὶ πονηρότεροι καὶ τῶν ἄλλων αἱρέσεων τολμη 64. 2 ρότεροι. Ἑλλήνων γὰρ πολὺ δεύτεροι, μᾶλλον δὲ καὶ μακρὰν αὐτῶν τυγχάνουσιν. ἐγὼ γὰρ ἤκουσα τῶν πατέρων καὶ πιστὸν ἡγοῦμαι τὸν ἐκείνων λόγον ὅτι τὸ πρῶτον, ὅτε γέ γονε καὶ ἐπὶ Μαξιμιανῷ τῷ πάππῳ Κωνσταντίου διωγμός, Ἕλληνες ἔκρυπτον τοὺς ἀδελ φοὺς ἡμῶν τοὺς Χριστιανοὺς ζητουμένους. καὶ πολλάκις ἀπώλεσαν αὐτοὶ χρήματα δεσμω τηρίων τε ἐπειράθησαν, ἵνα μόνον τῶν φευγόντων μὴ γένωνται προδόται, ὡς γὰρ ἑαυτοὺς 64. 3 ἐφύλαττον τοὺς προσφεύγοντας καὶ κινδυνεύειν πρὸ αὐτῶν ἐβουλεύοντο. ἀλλὰ νῦν οἱ θαυμαστοὶ οὗτοι, οἱ τῆς νέας αἱρέσεως ἐφευρεταί, ἐκ μηδενὸς ἑτέρου ἢ ἐκ τοῦ ἐπιβουλεύειν ἐπιγινωσκόμενοι πάντα τἀναντία πράττουσιν. αὐτοί τε γὰρ δι' ἑαυτῶν δήμιοι γιγνό μενοι πάντας ζητοῦσι παραδιδόναι καὶ τοὺς κρύπτοντας ἐπιβουλεύεσθαι ποιοῦσιν ἴσον ἐχθρὸν ἡγούμενοι τόν τε κρύπτοντα καὶ τὸν κρυπτόμενον· οὕτως εἰσὶ φονευταὶ καὶ τὴν Ἰούδα πονηρίαν ἐξήλωσαν οἱ κακοῦργοι.