Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
65.1.1
Καὶ οὐκ ἔστι κατ' ἀξίαν ὧν διαπράττονται κακῶν εἰπεῖν ἢ τοῦτο μόνον ὅτι γρά φοντά με καὶ θέλοντα καταλέγειν τῆς πονηρίας ἐκείνων τὰς πράξεις ὑπεισέρχεται νοεῖν, μὴ ἆρα τῆς ἐν ταῖς Παροιμίαις «βδέλλης ἡ τετάρτη θυγάτηρ» ἐστὶν ἡ αἵρεσις αὕτη, ἥτις μετὰ τὰς τοσαύτας ἀδικίας καὶ τοὺς τοσούτους φόνους οὐκ εἶπεν «ἀρκεῖ». ἔτι γὰρ νεανιεύεται· καὶ τοὺς μὲν μηδέπω γνωσθέντας αὐτῇ περιέρχεται ζητοῦσα, οὓς δὲ ἔφθασεν ἀδικῆσαι, 65. 2 πάλιν ἐπαδικεῖν σπουδάζει. ἰδοὺ γὰρ μετὰ τὴν νυκτερινὴν ἔφοδον, μετὰ τὰ ἐξ αὐτῆς γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ ἐξο
65.3.1
ρισμοῦ γένηται καὶ λοιπὸν οἱ μὴ πειθόμενοι ταῖς ἀσεβείαις αὐτῶν ἀναιρῶνται. οὕτω γὰρ καὶ νῦν καταθρασυνόμενοι Σεκοῦνδος μὲν ὁ παγκάκιστος Πενταπολίτης καὶ ὁ τού του συνωμότης Στέφανος εἰδότες ὅτι, κἂν ἀδικῶσιν, ἔχουσι πρὸς ἀπολογίαν τὴν αἵρεσιν· ἐπειδὴ μὴ πειθόμενον αὐτοῖς ἐν Βάρκῃ πρεσβύτερον ἑωράκασι, Σεκοῦνδος δὲ ἐκαλεῖτο, (ὁμώνυμος μὲν οὐχ ὁμόπιστος δὲ τῷ αἱρετικῷ), ἀπέκτειναν λακτίσμασιν αὐτόν. καὶ ὁ μὲν ἀναιρούμενος ἐμιμεῖτο τὸν ἅγιον λέγων· «μηδείς με παρὰ δικασταῖς ἐκδικείτω· ἔχω τὸν ἐκδικοῦντά με κύριον, δι' ὃν καὶ ταῦτα πάσχω παρ' αὐτῶν», οἱ δὲ οὔτε λέγοντα ἠλέουν οὔτε τὰς ἡμέρας ἐδυσωποῦντο· ἐν αὐτῇ γὰρ τῇ τεσσαρακοστῇ λακτίζοντες ἀπέκ τειναν τὸν ἄνθρωπον.