Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
66.1.1
Ὦ καινῆς αἱρέσεως ὅλον ἐνδυσαμένης τὸν διάβολον ἐν ἀσεβείᾳ καὶ πράξει. ἄρτι γὰρ πρῶτον ἐπενοήθη τοῦτο τὸ κακόν. εἰ δὲ καί τινες ἐδόκουν ποτὲ περὶ αὐτῆς λογίζεσθαι, 66. 2 ἀλλ' ἔκρυπτον καὶ ἐλάνθανον ταῦτα φρονοῦντες. Εὐσέβιος δὲ καὶ Ἄρειος ὡς ὄφεις ἐξελθόντες ἀπὸ φωλεοῦ τὸν ἰὸν τῆς ἀσεβείας ταύτης ἐξήμεσαν. καὶ ὁ μὲν Ἄρειος τὴν τοῦ βλασφημεῖν ἐκ φανεροῦ τόλμην ἀνεδέξατο, ὁ δὲ Εὐσέβιος τὴν ταύτης προστασίαν. ἀλλ' οὐ πρότερον ἴσχυσε προστῆναι τῆς αἱρέσεως εἰ μή, καθὰ προεῖπον, βασιλέα εὗρε προστάτην 66. 3 ταύτης. οἱ μὲν οὖν πατέρες ἡμῶν οἰκουμενικὴν σύνοδον πεποιήκασι καὶ τριακόσιοι πλεῖον ἢ ἔλαττον ἐπίσκοποι συνελθόντες κατέκριναν τὴν ἀρειανὴν αἵρεσιν καὶ ἀπεφήναντο πάντες ἀλλοτρίαν αὐτὴν καὶ ξένην τῆς ἐκκλησιαστικῆς πίστεως εἶναι, οἱ δὲ προστάται ταύτης ὁρῶντες ἑαυτοὺς λοιπὸν ἀσχημονοῦντας καὶ μηδὲν εὔλογον ἔχοντας ἄλλην ὁδὸν ἐπενόησαν καὶ διὰ τῆς ἔξωθεν ἐξουσίας ἐκδικεῖν ταύτην ἐπεχείρησαν· ἐφ' ᾧ μᾶλλον ἄν τις αὐτῶν θαυμάσειε τὸ καινὸν καὶ πονηρὸν ἐπιτήδευμα, καὶ πῶς ὑπερβάλλουσι τὰς ἄλλας 66. 4 αἱρέσεις. τῶν μὲν γὰρ ἄλλων αἱρέσεων τὰ ἐφευρήματα ἐν πιθανότητι ῥημάτων ἔχει τὴν μανίαν πρὸς ἀπάτην τῶν ἀκεραίων. καὶ Ἕλληνες μέν, ὡς εἶπεν ὁ ἀπόστολος, ἐν ὑπερο χῇ καὶ πειθοῖ λόγων καὶ σοφίσμασι πιθανοῖς ἐπιχειροῦσιν, Ἰουδαῖοι δὲ ἀφέντες τὰς θείας γραφὰς λοιπόν, ὡς εἶπεν ὁ ἀπόστολος, «ἐν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις» ἔχουσι τὴν ἔριν. Μανιχαῖοι γὰρ καὶ Οὐαλεντῖνοι σὺν αὐτοῖς καὶ ἄλλοι καπηλεύοντες τὰς θείας γραφὰς 66. 5 τοῖς ἑαυτῶν ἐπιπλάστοις λόγοις μυθολογοῦσιν. οἱ δὲ Ἀρειανοὶ τῶν μὲν ἄλλων αἱρέ 66. 5 σεών εἰσι τολμηρότεροι καὶ μικροτέρας ἑαυτῶν ἀδελφὰς ἀπέδειξαν ἐκείνας πλέον αὐτῶν ἀσεβοῦντες, καθάπερ εἴρηται, καὶ πάντας, μάλιστα δὲ τοὺς Ἰουδαίους ζηλώσαντες ἐν πο νηρίᾳ. ὡς γὰρ ἐκεῖνοι μὴ δυνάμενοι τὸν Παῦλον ἐλέγξαι περὶ ὧν ἐπροφασίζοντο εὐθὺς ἤγαγον αὐτὸν πρὸς τὸν χιλίαρχον καὶ τὸν ἡγεμόνα, οὕτως οὗτοι καὶ πλέον ἐκείνων ἐπινο οῦντες τῇ ἐξουσίᾳ μόνῃ τῶν δικαστῶν κέχρηνται. καὶ μόνον τις αὐτοῖς ἀντείρηκεν, ἕλκεται πρὸς τὸν ἡγεμόνα ἢ τὸν στρατηλάτην.

Intertext edge

Open linked passage

Note